Ancient Greek · ~7 min
11.12 to 11.23
Septuaginta, Δανιήλ (Theodotionis versio) 11.12-23
Not analysed yet
καὶ λήμψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐ κατισχύσει. καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπἐρ τὸν πρότερον, καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ. καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου, καὶ οἱ υἱοὶ τῶν λοιπῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὄρασιν, καὶ ἀσθενήσουσιν. καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ, καὶ ἐκχεεῖ πρόσχωμα καὶ συνλήμψεται πόλεις ὀχυράς, καὶ οἱ βραχίονες τοῖ βασιλέως τοῦ νότου στήσονται, καὶ ἀναστήσονται καὶ οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι. καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν τῇ γῇ τοῦ σαβείρ, καὶ τελεσθήσεται ἐν τῆ χειρὶ αὐτοῦ. καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ, καὶ εὐθεῖα πάντα μετ᾿ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν, καὶ οὐ μὴ παραμείνῃ, καὶ οὐκ αὐτῷ ἔσται καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλάς, καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν· πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ. καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ, καὶ ἀσθενήσει καὶ πεσεῖται, καὶ οὐχ εὑεθήσεται. καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν τῆς βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων, πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται, καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ. στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπʼ αὐτὸν δόξαν βασιλείας· καὶ ἤξει ἐν εὐθηνίᾳ, καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν. καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης· καὶ ἀπὸ τῶν συναναμίξεων πρὸς αὐτὸν ποιήσει δόλον, καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοὺς ἐν ὀλίγῳ ἔθνει.