Ancient Greek · ~6 min
11.36 to 11.45
Septuaginta, Δανιήλ (Theodotionis versio) 11.36-45
Not analysed yet
καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεόν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργή· εἰς γὰρ συντέλειαν γίνεται. καὶ ἐπὶ παντὸς θεοῦ τῶν πατέρων αὐτοῦ οὐ συνήσει, καὶ ἐπιθυμίᾳ γυναικῶν, καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει· ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται. καὶ θεὸν μαωζεὶν ἐπὶ τόπου αὐτοῦ δοξάσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν. καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, καὶ πληθυνεῖ δόξαν, καὶ ὑπὸτάξει αὐτοῖς πολλούς, καὶ γῆν διελεῖ ἐν δώροις. καὶ ἐν καιροῦ πέρατι συνκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου, καὶ συναχθήσεται ἐπʼ αὐτὸν ὁ βασιλεὺς ὁ τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς, καὶ εἰσελεύσονται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται. καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβαείν, καὶ πολλοὶ ἀσθενήσουσιν· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ καὶ Μωὰβ καὶ ἀρχὴ υἱῶν Ἀμμών. καὶ ἐκτενεῖ τὴν χεῖρα ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων, ἐν τοῖς ὀχυρώμασιν αὐτῶν. καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ, καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι πολλούς· καὶ πήξει τὴν σκηνὴν αὐτοῦ Ἐφαδανὼ ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβαεὶν ἅγιον· καὶ ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.