Ancient Greek · ~7 min
3.82 to 3.94
Septuaginta, Δανιήλ (Theodotionis versio) 3.82-94
Not analysed yet
8τὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8εὐλογεῖτε, ἱερεῖς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8εὐλογεῖτε, δοῦλοι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 86κὺλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 8εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδία, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 88εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μεισαήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾄδου, καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς. καὶ ἐρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογός, καὶ ἐκ μέσου πυρὸς ἐρύσατο ἡμᾶς. 89ἐξομολοόεῖσθε τῷ κυρίᾳ. ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 90εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ Ναβουχοδονοσὸρ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν, καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπαν τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ. Ὄδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρες λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ δαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ. τότε προσῆλθεν Ναβουχοδονοσὸρ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, ἐκ μέσου τοῦ πυρός. καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.