Ancient Greek · ~5 min
4.13 to 4.19
Septuaginta, Δανιήλ (Theodotionis versio) 4.13-19
Not analysed yet
ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπʼ αὐτόν. διὰ συνκρίματος εἰρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες ὅτι κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτὴν καὶ ἐξουθένημα ἀνθρώπων ἀναστήσει ἐπʼ αὐτήν. τοῦτο τὸ ἐνύπνιον ὃ ἴδον ἐγὼ Ναβουχοδονοσὸρ ὁ βασιλεύς, καὶ σύ, Βαλτασ. ὶρ, τὸ σύγκριμα εἰπόν, ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι· σὺ δέ, Δανιὴλ, δύνασαι, ὅτι θεοῦ πνεῦμα ἄγιον ἐν σοί. Τότε Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτασάρ, ἀπενεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν. καὶ ἀπεκρίθη Βαλτασὰρ καὶ εἶπεν Κύριε, τὸ ἐνύπνιον ἔστω τοῖς μισοῦσίν σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου. τὸ δένδρον ὃ ἴδες μεγαλυνθὲν καὶ τὸ ἰσχυκός, οὗ τὸ ὕψος ἔφθανεν εἰς τὸν οὐρανὸν καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ· ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ· σὺ εἶ, βασιλεῦ· ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας. καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη καὶ ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρία σου εἰς τὰ πέρατα τῆς γῆς.