Ancient Greek · ~2 min
5.21 to 5.22
Septuaginta, Δανιήλ (Theodotionis versio) 5.21-22
Not analysed yet
καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ γνῷ ὅτι κυριεύει ὁ θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπαων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτασὰρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ θκοῦ· οὐ πάντα ταῦτα ἔγνως·