Ancient Greek · ~3 min
5.24 to 5.31
Septuaginta, Δανιήλ (Theodotionis versio) 5.24-31
Not analysed yet
διὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χερὸς καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν. καὶ αὕτη ἡ γραφὴ ἡ ἐντεταγμένη Μανή, θεκέλ, φαρές. τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· μανή, ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν· θεκέλ, ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα· φαρές. διήρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. καὶ εἶ. πεν Βαλτασάρ, καὶ ἐνέδυσαν τὸν Δανιὴλ πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξεν περὶ αὐτοῦ εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ. ἐν αὐτῇ τῇ νυκτὶ ἀναιρέθη Βαλτασὰρ ὁ βασιλεὺς ὁ Χαλδαίων, καὶ Δαρεῖος ὁ Μῆδος παρέλαβεν τὴν βασιλείαν, ὢν ἐτῶν ἑξήκοντα δύο.