Ancient Greek · ~7 min
2.1 to 2.11
Septuaginta, Threni seu Lamentationes 2.1-11
Not analysed yet
Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ κύριος τὴν θυγατέρα Σιων; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ισραηλ καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ. Κατεπόντισεν κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ιακωβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ιουδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσεν βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς. Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ισραηλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ιακωβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα τὰ κύκλῳ. Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιων, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ. Ἐγενήθη κύριος ὡς ἐχθρός, κατεπόντισεν Ισραηλ, κατεπόντισεν πάσας τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ιουδα ταπεινουμένην καὶ τεταπεινωμένην. Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο κύριος ὃ ἐποίησεν ἐν Σιων ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα. Ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς. Καὶ ἐπέστρεψεν κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιων· ἐξέτεινεν μέτρον, οὐκ ἀπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν. Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσεν καὶ συνέτριψεν μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστιν νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ κυρίου. Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιων, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ιερουσαλημ. Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.