Ancient Greek
1.15 to 1.22
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 1.15-22
Not analysed yet
Καὶ ὅτε ἀπέθανεν Ενεμασσαρ καὶ ἐβασίλευσεν Σενναχηριμ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ, καὶ αἱ ὁδοὶ τῆς Μηδίας ἀπέστησαν, καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν. ἐν ταῖς ἡμέραις Ενεμεσσαρου ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου τοῖς ἐκ τοῦ γένους μου· τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα τῶν ἐκ τοῦ ἔθνους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευη, ἔθαπτον αὐτόν. καὶ εἴ τινα ἀπέκτεινεν Σενναχηριμ, ὅτε ἀπῆλθεν φεύγων ἐκ τῆς Ιουδαίας ἐν ἡμέραις τῆς κρίσεως, ἧς ἐποίησεν ἐξ αὐτοῦ ὁ βασιλεὺς τοῦ οὐρανοῦ περὶ τῶν βλασφημιῶν, ὧν ἐβλασφήμησεν, ἔθαψα· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ ἐκ τῶν υἱῶν Ισραηλ, καὶ ἔκλεπτον τὰ σώματα αὐτῶν καὶ ἔθαπτον· καὶ ἐζήτησεν αὐτὰ Σενναχηριμ καὶ οὐχ εὗρεν αὐτά. καὶ ἐπορεύθη εἷς τις τῶν ἐκ τῆς Νινευη καὶ ὑπέδειξεν τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι ἐγὼ θάπτω αὐτούς, καὶ ἐκρύβην· καὶ ὅτε ἐπέγνων ὅτι ἔγνω περὶ ἐμοῦ ὁ βασιλεὺς καὶ ὅτι ζητοῦμαι τοῦ ἀποθανεῖν, ἐφοβήθην καὶ ἀπέδρασα. καὶ ἡρπάγη πάντα, ὅσα ὑπῆρχέν μοι, καὶ οὐ κατελείφθη μοι οὐδέν, ὃ οὐκ ἀνελήμφθη εἰς τὸ βασιλικόν, πλὴν Αννας τῆς γυναικός μου καὶ Τωβια τοῦ υἱοῦ μου. καὶ οὐ διῆλθον ἡμέραι τεσσαράκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ· καὶ ἔφυγον εἰς τὰ ὄρη Αραρατ, καὶ ἐβασίλευσεν Σαχερδονος υἱὸς αὐτοῦ μετ’ αὐτόν. καὶ ἔταξεν Αχιχαρον τὸν Αναηλ τὸν τοῦ ἀδελφοῦ μου υἱὸν ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς εἶχεν τὴν ἐξουσίαν ἐπὶ πᾶσαν τὴν διοίκησιν. τότε ἠξίωσεν Αχιχαρος περὶ ἐμοῦ, καὶ κατῆλθον εἰς τὴν Νινευη. Αχιχαρος γὰρ ἦν ὁ ἀρχιοινοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστὴς ἐπὶ Σενναχηριμ βασιλέως Ἀσσυρίων, καὶ κατέστησεν αὐτὸν Σαχερδονος ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου καὶ ἐκ τῆς συγγενείας μου.