# Tobias (Codex Vaticanus et Codex Alexandrinus) 10.1-7

Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus), 10.1 to 10.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/septuaginta/tobias-codex-vaticanus-et-codex-alexandrinus/10.1

Ἑκάστην δὲ ἡμέραν ἐξ ἡμέρας ἐλογίζετο Τωβιθ τὰς ἡμέρας ἐν πόσαις πορεύσεται καὶ ἐν πόσαις ἐπιστρέψει· καὶ ὅτε συνετελέσθησαν αἱ ἡμέραι καὶ ὁ υἱὸς αὐτοῦ οὐ παρῆν, εἶπεν Μήποτε κατεσχέθη ἐκεῖ; ἢ μήποτε ἀπέθανεν ὁ Γαβαηλ καὶ οὐδεὶς αὐτῷ δίδωσιν τὸ ἀργύριον; καὶ ἤρξατο λυπεῖσθαι. καὶ Αννα ἡ γυνὴ αὐτοῦ λέγει Ἀπώλετο τὸ παιδίον μου καὶ οὐκέτι ὑπάρχει ἐν τοῖς ζῶσιν· καὶ ἤρξατο κλαίειν καὶ θρηνεῖν περὶ τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν Οὐαί μοι, τέκνον, ὅτι ἀφῆκά σε πορευθῆναι, τὸ φῶς τῶν ὀφθαλμῶν μου. καὶ Τωβιθ ἔλεγεν αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ἀδελφή, ὑγιαίνει· καὶ μάλα περισπασμὸς αὐτοῖς ἐγένετο ἐκεῖ, καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ’ αὐτοῦ πιστός ἐστιν καὶ εἷς τῶν ἀδελφῶν ἡμῶν· μὴ λυποῦ περὶ αὐτοῦ, ἀδελφή, ἤδη παρέσται. καὶ εἶπεν αὐτῷ Σίγα ἀπ’ ἐμοῦ καὶ μή με πλάνα· ἀπώλετο τὸ παιδίον μου. καὶ ἐκπηδήσασα περιεβλέπετο τὴν ὁδόν, ᾗ ᾤχετο ὁ υἱὸς αὐτῆς, καθ’ ἡμέραν καὶ οὐκ ἐπείθετο οὐδενί, καὶ ὅτε ἔδυ ὁ ἥλιος, εἰσπορευομένη ἐθρήνει καὶ ἔκλαιεν τὴν νύκτα ὅλην καὶ οὐκ εἶχεν ὕπνον.

---

Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0527.tlg021.local002/.
