Ancient Greek · ~2 min
13.15 to 13.16
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 13.15-16
Not analysed yet
τότε πορεύθητι καὶ ἀγαλλίασαι πρὸς τοὺς υἱοὺς τῶν δικαίων, ὅτι πάντες ἐπισυναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τοῦ αἰῶνος. μακάριοι οἱ ἀγαπῶντές σε, καὶ μακάριοι οἳ χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου· καὶ μακάριοι πάντες οἱ ἄνθρωποι, οἳ ἐπὶ σοὶ λυπηθήσονται ἐπὶ πάσαις ταῖς μάστιξίν σου, ὅτι ἐν σοὶ χαρήσονται καὶ ὄψονται πᾶσαν τὴν χαράν σου εἰς τὸν αἰῶνα. ἡ ψυχή μου, εὐλόγει τὸν κύριον τὸν βασιλέα τὸν μέγαν.