Ancient Greek · ~2 min
14.1 to 14.3
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 14.1-3
Not analysed yet
καὶ συνετελέσθησαν οἱ λόγοι τῆς ἐξομολογήσεως Τωβιθ. Καὶ ἀπέθανεν ἐν εἰρήνῃ ἐτῶν ἑκατὸν δώδεκα καὶ ἐτάφη ἐνδόξως ἐν Νινευη. καὶ ἑξήκοντα δύο ἐτῶν ἦν, ὅτε ἐγένετο ἀνάπειρος τοῖς ὀφθαλμοῖς, καὶ μετὰ τὸ ἀναβλέψαι αὐτὸν ἔζησεν ἐν ἀγαθοῖς καὶ ἐλεημοσύνας ἐποίησεν· καὶ ἔτι προσέθετο εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι τὴν μεγαλωσύνην τοῦ θεοῦ. καὶ ὅτε ἀπέθνῃσκεν, ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἐνετείλατο αὐτῷ λέγων Παιδίον, ἀπάγαγε τὰ παιδία σου