Ancient Greek · ~4 min
14.11 to 14.15
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 14.11-15
Not analysed yet
καὶ νῦν, παιδία, ἴδετε τί ποιεῖ ἐλεημοσύνη, καὶ τί ποιεῖ ἀδικία, ὅτι ἀποκτέννει· καὶ ἰδοὺ ἡ ψυχή μου ἐκλείπει. —καὶ ἔθηκαν αὐτὸν ἐπὶ τὴν κλίνην, καὶ ἀπέθανεν· καὶ ἐτάφη ἐνδόξως. Καὶ ὅτε ἀπέθανεν ἡ μήτηρ αὐτοῦ, ἔθαψεν αὐτὴν Τωβιας μετὰ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπῆλθεν αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ εἰς Μηδίαν καὶ ᾤκησεν ἐν Ἐκβατάνοις μετὰ Ραγουήλου τοῦ πενθεροῦ αὐτοῦ. καὶ ἐγηροβόσκησεν αὐτοὺς ἐντίμως καὶ ἔθαψεν αὐτοὺς ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ ἐκληρονόμησεν τὴν οἰκίαν Ραγουήλου καὶ Τωβιθ τοῦ πατρὸς αὐτοῦ. καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν δέκα ἑπτὰ ἐνδόξως. καὶ εἶδεν καὶ ἤκουσεν πρὸ τοῦ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν Νινευη καὶ εἶδεν τὴν αἰχμαλωσίαν αὐτῆς ἀγομένην εἰς Μηδίαν, ἣν ᾐχμαλώτισεν Αχιαχαρος ὁ βασιλεὺς τῆς Μηδίας, καὶ εὐλόγησεν τὸν θεὸν ἐν πᾶσιν, οἷς ἐποίησεν ἐπὶ τοὺς υἱοὺς Νινευη καὶ Αθουριας· ἐχάρη πρὶν τοῦ ἀποθανεῖν ἐπὶ Νινευη καὶ εὐλόγησεν κύριον τὸν θεὸν εἰς τοὺς αἰῶνας τῶν αἰώνων.