Ancient Greek · ~2 min
Chapter 3
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 3.15
Not analysed yet
καὶ οὐχὶ ἐμόλυνά μου τὸ ὄνομα καὶ οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ ἕτερον τέκνον, ἵνα κληρονομήσῃ αὐτόν, οὐδὲ ἀδελφὸς αὐτῷ ἐγγὺς οὔτε συγγενὴς αὐτῷ ὑπάρχει, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά, καὶ ἵνα τί μοί ἐστιν ἔτι ζῆν; καὶ εἰ μή σοι δοκεῖ ἀποκτεῖναί με, κύριε, νῦν εἰσάκουσον ὀνειδισμόν μου.