Ancient Greek · ~2 min
3.7 to 3.9
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 3.7-9
Not analysed yet
Ἐν τῇ ἡμέρᾳ ταύτῃ συνέβη Σαρρα τῇ θυγατρὶ Ραγουηλ τοῦ ἐν Ἐκβατάνοις τῆς Μηδίας καὶ αὐτὴν ἀκοῦσαι ὀνειδισμοὺς ὑπὸ μιᾶς τῶν παιδισκῶν τοῦ πατρὸς ἑαυτῆς, διότι ἦν ἐκδεδομένη ἀνδράσιν ἑπτά, καὶ Ασμοδαῖος τὸ δαιμόνιον τὸ πονηρὸν ἀπέκτεννεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ’ αὐτῆς, καθάπερ ἀποδεδειγμένον ἐστὶν ταῖς γυναιξίν. καὶ εἶπεν αὐτῇ ἡ παιδίσκη Σὺ εἶ ἡ ἀποκτέννουσα τοὺς ἄνδρας σου· ἰδοὺ ἤδη ἀπεκδέδοσαι ἑπτὰ ἀνδράσιν καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης. τί ἡμᾶς μαστιγοῖς περὶ τῶν ἀνδρῶν σου, ὅτι ἀπέθανον; βάδιζε μετ’ αὐτῶν, καὶ μὴ ἴδοιμεν υἱόν σου μηδὲ θυγατέρα εἰς τὸν αἰῶνα.