Ancient Greek · ~1 min
5.1 to 5.2
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 5.1-2
Not analysed yet
Τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ Πάντα, ὅσα ἐντέταλσαί μοι, ποιήσω, πάτερ· πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ’ αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν; τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον; καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ.