Ancient Greek · ~1 min
5.11 to 5.13
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 5.11-13
Not analysed yet
καὶ εἶπεν αὐτῷ Ἄδελφε, ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς; ὑπόδειξόν μοι, ἄδελφε. καὶ εἶπεν Τί χρείαν ἔχεις φυλῆς; καὶ εἶπεν αὐτῷ Βούλομαι γνῶναι τὰ κατ’ ἀλήθειαν τίνος εἶ, ἄδελφε, καὶ τί τὸ ὄνομά σου. καὶ εἶπεν αὐτῷ Ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.