Ancient Greek · ~5 min
5.4 to 5.9
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 5.4-9
Not analysed yet
ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον, ὃς πορεύσεται μετ’ αὐτοῦ εἰς Μηδίαν, ὃς ἐμπειρεῖ τῆς ὁδοῦ, καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν· καὶ εἶπεν αὐτῷ Πόθεν εἶ, νεανίσκε; καὶ εἶπεν αὐτῷ Ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι. καὶ εἶπεν αὐτῷ Ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν; καὶ εἶπεν αὐτῷ Ναί, πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας· πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας, καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα· κεῖνται γὰρ ἐν τῷ ὄρει. καὶ εἶπεν αὐτῷ Μεῖνόν με, νεανίσκε, μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου· χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ’ ἐμοῦ, καὶ δώσω σοι τὸν μισθόν σου. καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἐγὼ προσκαρτερῶ, μόνον μὴ χρονίσῃς. καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ. καὶ εἶπεν αὐτῷ Κάλεσόν μοι τὸν ἄνθρωπον, ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ, παιδίον.