Ancient Greek · ~4 min
7.13 to 7.17
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 7.13-17
Not analysed yet
καὶ ἐκάλεσεν Ραγουηλ Σαρραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἦλθεν πρὸς αὐτόν, καὶ λαβόμενος τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν αὐτῷ καὶ εἶπεν Κόμισαι κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν τὴν γεγραμμένην ἐν τῇ βίβλῳ Μωυσέως δοῦναί σοι τὴν γυναῖκα, ἔχε καὶ ἄπαγε πρὸς τὸν πατέρα σου ὑγιαίνων· καὶ ὁ θεὸς τοῦ οὐρανοῦ εὐοδώσαι ὑμῖν εἰρήνην. καὶ ἐκάλεσεν τὴν μητέρα αὐτῆς· καὶ εἶπεν ἐνεγκεῖν βιβλίον καὶ ἔγραψεν συγγραφὴν βιβλίου συνοικήσεως καὶ ὡς δίδωσιν αὐτὴν αὐτῷ γυναῖκα κατὰ τὴν κρίσιν τοῦ Μωυσέως νόμου. ἀπ’ ἐκείνου ἤρξαντο φαγεῖν καὶ πιεῖν. καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ Ἀδελφή, ἑτοίμασον τὸ ταμίειον τὸ ἕτερον καὶ εἰσάγαγε αὐτὴν ἐκεῖ. καὶ βαδίσασα ἔστρωσεν εἰς τὸ ταμίειον, ὡς εἶπεν αὐτῇ, καὶ ἤγαγεν αὐτὴν ἐκεῖ καὶ ἔκλαυσεν περὶ αὐτῆς καὶ ἀπεμάξατο τὰ δάκρυα καὶ εἶπεν αὐτῇ Θάρσει, θύγατερ, ὁ κύριος τοῦ οὐρανοῦ δῴη σοι χαρὰν ἀντὶ τῆς λύπης σου· θάρσει, θύγατερ. καὶ ἐξῆλθεν.