Ancient Greek · ~5 min
8.14 to 8.21
Septuaginta, Tobias (Codex Vaticanus et Codex Alexandrinus) 8.14-21
Not analysed yet
καὶ ἐξελθοῦσα ἡ παιδίσκη ὑπέδειξεν αὐτοῖς ὅτι ζῇ καὶ οὐδὲν κακόν ἐστιν. καὶ εὐλόγησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ εἶπαν Εὐλογητὸς εἶ, θεέ, ἐν πάσῃ εὐλογίᾳ καθαρᾷ· εὐλογείτωσάν σε εἰς πάντας τοὺς αἰῶνας. καὶ εὐλογητὸς εἶ ὅτι εὔφρανάς με, καὶ οὐκ ἐγένετο καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ’ ἡμῶν. καὶ εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος καὶ σωτηρίαν καὶ συντέλεσον τὴν ζωὴν αὐτῶν μετ’ εὐφροσύνης καὶ ἐλέου. τότε εἶπεν τοῖς οἰκέταις αὐτοῦ χῶσαι τὸν τάφον πρὸ τοῦ ὄρθρον γενέσθαι. Καὶ τῇ γυναικὶ εἶπεν ποιῆσαι ἄρτους πολλούς· καὶ εἰς τὸ βουκόλιον βαδίσας ἤγαγεν βόας δύο καὶ κριοὺς τέσσαρας καὶ εἶπεν συντελεῖν αὐτούς, καὶ ἤρξαντο παρασκευάζειν. καὶ ἐκάλεσεν Τωβιαν καὶ εἶπεν αὐτῷ Δέκα τεσσάρων ἡμερῶν οὐ μὴ κινηθῇς ἐντεῦθεν, ἀλλ’ αὐτοῦ μενεῖς ἔσθων καὶ πίνων παρ’ ἐμοὶ καὶ εὐφρανεῖς τὴν ψυχὴν τῆς θυγατρός μου τὴν κατωδυνωμένην· καὶ ὅσα μοι ὑπάρχει, λάμβανε αὐτόθεν τὸ ἥμισυ καὶ ὕπαγε ὑγιαίνων πρὸς τὸν πατέρα σου· καὶ τὸ ἄλλο ἥμισυ, ὅταν ἀποθάνω ἐγώ τε καὶ ἡ γυνή μου, ὑμέτερόν ἐστιν. θάρσει, παιδίον, ἐγώ σου ὁ πατὴρ καὶ Εδνα ἡ μήτηρ σου, καὶ παρὰ σοῦ ἐσμεν ἡμεῖς καὶ τῆς ἀδελφῆς σου ἀπὸ τοῦ νῦν εἰς τὸν αἰῶνα· θάρσει, παιδίον.