# De Sectione Cylindri 119.3

Serenus, De Sectione Cylindri, 119.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/serenus-2/de-sectione-cylindri/119.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/serenus-2/de-sectione-cylindri/119.3

10 Καὶ γέγονε φανερὸν ἐκ τούτων, ὅτι ἐν παντὶ μὲν κυλίνδρῳ καὶ κώνῳ συνίστανται δύο συζυγίαι ἐλλείψεων ὁμοίων μὲν ἀλλήλαις, ἀντιπεπονθίας δὲ τὰς διαμέτρους ἔχουσῶν, καὶ ὅτι παρὰ τὰς τέσσαρας ταύτας ἄλλη ὁμοία οὐ συνίσταται πλὴν τῶν παραλλήλων 15 αὐταῖς· ἀεὶ γὰρ αἱ παράλληλοι τομαὶ ὁμοίας ποιοῦσιν ἐλλείψεις, ἐὰν ποιῶσι· καὶ ὅτι ἐπὶ μὲν τοῦ κυλίνδρου ἡ διὰ τῆς ΓΗ ἀγωγι τοῦ ἐπιπέδου ὑπεναντία τέ ἐστι καὶ κύκλον ποιεῖ τὴν τομήν, ἐπὶ δὲ τοῦ κώνου, ἐὰν διὰ τοῦ Α τοῦ κύκλου ἐφάπτηταί τις ὡς ἡ ΑΧ, διὰ 20 τὸ εἶναι τὸ ἀπὸ τῆς ΑΧ τῷ ὑπὸ τῶν ΒΧ, ΧΓ ἴσον ἢ διὰ τῶν τῇ ΑΧ παραλλήλων εὐθειῶν ἐν τῷ τριγώνῳ ἀγωγι τῶν ἐπιπέδων ποιήσει κύκλους· ὑπεναντία γὰρ ἐστὶ καὶ αὕτη, ὡς τῷ προσέχοντι γίνεται καταφανές· καὶ ὅτι τῇ δοθείσῃ ἐλλείψει ἐν κυλίνδρῳ σκαληνῷ καὶ 25 κώνῳ τρεῖς ὁμοίας ἄλλας ἐστὶν εὑρεῖν, μίαν μὲν αὐτῇ τῇ δοθείσῃ σύζυγον, δύο δὲ ἑκαταῖς μὲν συζύγοις, ταῖς δὲ λοιπαῖς ὁμοίας κατὰ ἀντιπεπόνθησιν τῶν διαμέτρων·

---

Serenus, De Sectione Cylindri. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003245.
