# De Sectione Cylindri 135.3-137.21

Serenus, De Sectione Cylindri, 135.3 to 137.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/serenus-2/de-sectione-cylindri/135.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/serenus-2/de-sectione-cylindri/135.3

λβ’. Αἱ ἀπὸ τοῦ αὐτοῦ σημείου κωνικῆς ἐπιφανείας ἐφαπτόμεναι εὐθεῖαι κατ’ ἀμφοτέρα τὰ μέρη πᾶσαι καθ’ ἕνὸς τριγώνου πλευρῶν τὰς ἐπαφὰς ποιοῦνται. Ἔστω κώνος, οὗ βάσις μὲν ὁ περὶ τὸ Α κέντρον κύκλος, κορυφὴ δὲ τὸ Β σημεῖον, ἄξων δὲ ἡ ΑΒ εὐθεῖα, σημείου δέ τινος τοῦ Γ ληφθέντος ἔκτὸς τοῦ κώνου ἠχθώσαν ἀπὸ τοῦ Γ αἱ ΓΔ, ΓΕ εὐθεῖαι ἐφαπτόμεναι τῆς τοῦ κώνου ἐπιφανείας ἐπὶ τὰ αὐτὰ μέρη. λέγω, ὅτι τὰ Ε, Δ σημεῖα τῶν ἐπαφῶν ἐπὶ μιᾶς εὐθείας ἐστί. κατήχθω ἀπὸ τοῦ Γ σημείου ἐπὶ τὴν ΑΒ πρὸς ὀρθὰς ἡ ΓΖ, καὶ διὰ τῆς ΓΖ ἠχθω ἐπίπεδον παράλληλον τῷ τοῦ Α κύκλῳ ἐπιπέδῳ καὶ ποιείτω τομὴν ἐν τῷ κώνῳ τὸν περὶ τὸ Ζ κέντρον κύκλον, ὥστε κώνον ὑποστῆναι, οὗ βάσις μὲν ὁ Ζ κύκλος, ἄξων δὲ ὁ ΖΒ, καὶ διὰ τῆς ΓΖ καὶ τοῦ ἄξονος ἐκβεβλήσθω ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. αἱ ΛΜ, ΝΞ εὐθεῖαι. ἥχθωσαν τοίνυν ἐπὶ τὰς ΛΜ, 10 ΝΞ διαμέτρους αἱ ΔΟ, ΕΠ τεταγμένως καὶ προσεκβεβλήσθωσαν ἐπὶ θάτερον μέρος τῆς ἐπιφανείας κατὰ τὸ Ρ καὶ Σ. ἐπεὶ οὖν ἢ ΓΔ εὐθεῖα τῆς ΛΛΜ γραμμῆς ἐφάπτεται κατὰ τὸ Δ σημεῖον, καὶ κατῆκται τεταγμένως ἢ ΔΟ, ὡς ἄρα ἢ ΛΓ πρὸς τὴν ΓΜ, οὕτως ἢ 15 ΔΟ πρὸς τὴν ΟΜ· καὶ διὰ τὰ αὐτά, ὡς ἢ ΝΓ πρὸς τὴν ΓΞ, οὕτως ἢ ΝΠ πρὸς τὴν ΠΞ· ἢ ἄρα τὰ Ο καὶ Π σημεία ἐπιξενγνύουσα εὐθεῖα ἐκβαλλομένη ἥξει διὰ τῆς κορυφῆς διὰ τὸ πρὸ τούτου. διήχθω τοίνυν ἢ ἐπίπεδον ποιοῦν ἐν τῷ κώνῳ τὸ διὰ τοῦ ἄξονος τρί- ΟΠΒ. καὶ ἐπεὶ ἑκατέρα τῶν ΕΞ, ΔΡ τῇ ΓΚ ἐστι 20 παράλληλος, αἱ ἄρα ΔΡ, ΕΞ παράλληλοί τε εἰσιν ἀλλήλαις καὶ ἐν ἐνί εἰσιν ἐπιπέδῳ. τὸ οὖν διὰ τῆς ΒΠΟ καὶ τῶν ΕΞ, ΔΡ ἐπίπεδον ἐκβαλλόμενον τὴν

---

Serenus, De Sectione Cylindri. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003245.
