# De Sectione Cylindri 215.1-217.12

Serenus, De Sectione Cylindri, 215.1 to 217.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/serenus-2/de-sectione-cylindri/215.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/serenus-2/de-sectione-cylindri/215.1

ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. 10λέγω, ὅτι τὸ ΑΓΔ τρίγωνον μέγιστόν ἐστι πάντων τῶν ἐν τῷ κώνῳ συνισταμένων τριγώνων βάσεις ἔχοντων παραλλήλους τῇ ΓΔ. διήχθω γὰρ ἐν τῷ κύκλῳ τῇ ΓΔ παράλληλος ἡ ΕΖ, ἐφ’ ἧς τὸ ΑΕΖ τρίγωνον, ἐν δὲ τῷ τοῦ ΑΓΔ 15τριγώνου ἐπιπέδῳ πρὸς ὀρθὰς ἀνεστάτω τῇ ΓΔ ἡ ΒΗ, καὶ τῇ ΓΔ παράλληλος ἡ ΑΗ· ἡ ΒΗ ἄρα ἴση ἐστὶ τῇ ἀπὸ τοῦ Α ἐπὶ τὴν ΓΔ καθέτῳ. ἐπεξεύχθωσαν αἱ ΗΓ, ΗΔ, ΗΕ, ΗΖ· νοηθήσεται δὴ κῶνος, οὗ κορυφὴ μὲν τὸ Η, ἄξων δὲ ἡ ΗΒ, βάσις δὲ ὁ βάσει τρίγωνον μέγιστον ἔσται πάντων τῶν ἔκτος τοῦ 20περὶ τὸ Β κέντρον κύκλος, ἐν ᾧ τρίγωνα διὰ μὲν τοῦ ἄξονος τὸ ΗΓΔ, ἔκτος δὲ τοῦ ἄξονος τὸ ΗΕΖ. ἐπεὶ οὖν ἡ ΒΗ οὐκ ἐλάσσων ἐστὶ τῆς ἐκ τοῦ κέντρου, διὰ τὰ προδεδειγμένα ἄρα τὸ ΗΓΔ μεῖζόν ἐστι τοῦ ΗΕΖ καὶ πάντων τῶν ἐν τῷ κώνῳ τριγώνων βάσεις ἔχον- 25των παραλλήλους τῇ ΓΔ. ἀλλὰ τὸ μὲν ΗΓΔ τῷ ΑΓΔ ἴσον ἐστίν· ἐπὶ τε γὰρ τῆς αὐτῆς βάσεως καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις· τὸ δὲ ΗΕΖ τῷ ΑΕΖ ἴσον· τὸ ἄρα ΑΓΔ τοῦ ΑΕΖ μεῖζόν ἐστιν. ὁμοίως δὲ δεῖξ- ἄξονος ἐν τῷ κώνῳ συνισταμένων τριγώνων καὶ παραλλήλους βάσεις ἔχοντων τῇ τοῦ πρὸς ὀρθὰς τριγώνου. κῶνος γάρ, οὗ κορυφὴ μὲν τὸ Α, βάσις δὲ ὁ περὶ 5τὸ Β κέντρον κύκλος, τεμιέσθω διὰ τοῦ ἄξονος ἐπιπέδῳ ποιούντι τὸ ΑΓΔ τρίγωνον πρὸς ὀρθὰς τῇ βάσει τοῦ κώνου, ἡ δὲ ἀπὸ τοῦ Α ἐπὶ τὴν ΓΔ κάθετος μὴ ἐλάττων ἔστω τῆς ἐκ τοῦ κέντρου τῆς βάσεως. ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. τριγώνων· ἡ δὲ αὕτη δεῖξις καὶ καταγραφὴ ἐπεὶ γὰρ ἡ ΗΒ ἐλάττων τῆς ἐκ τοῦ κέντρου, τὸ ἄρα ΗΓΔ οὐκ ἔσται μέγιστον τῶν παραλλήλους αὐτῷ βάσεις ἔχοντων· ἐδείχθη γὰρ καὶ μείζονα αὐτοῦ συνιστάμενα καὶ ἐλάττονα καὶ ἴσα. εἰ μὲν οὖν ἐλαττον τὸ

---

Serenus, De Sectione Cylindri. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003245.
