# De Sectione Cylindri 305.8

Serenus, De Sectione Cylindri, 305.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/serenus-2/de-sectione-cylindri/305.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/serenus-2/de-sectione-cylindri/305.8

πρὸς AH. ἴσα ἄρα ἐστὶ τὰ AΓΔ, BEZ τρίγωνα· ὃ προέκειτο δεῖξαι. Γ Θ ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. ἴσα ἐστὶν ἀλλήλοις, ὡς ἄρα ἡ ΓΔ πρὸς ΕΖ, οὕτως ἡ ΒΘ πρὸς ΑΗ, τούτεστιν ἡ ΑΗ πρὸς ΗΚ. καὶ ἐπεὶ ὁ Η κύκλος πρὸς τὸν Θ διπλασίονα λόγον ἔχει ἢπερ ἡ ΓΔ πρὸς ΕΖ, τούτεστιν ἢπερ ἡ ΒΘ πρὸς ΑΗ, ἔχει δὲ καὶ ἡ ΒΘ πρὸς ΚΗ διπλασίονα λόγον ἢπερ ἡ ΒΘ πρὸς ΑΗ, ὡς ἄρα ὁ Η κύκλος πρὸς τὸν Θ κύκλον, οὕτως ἡ ΒΘ πρὸς ΚΗ· ὁ ἄρα ΚΗΓΔ κῶνος τῷ ΒΘΕΖ ἴσος ἐστίν. ἐπεὶ οὖν, ὡς ἡ ΓΔ πρὸς ΕΖ, οὕτως ἡ ΑΗ πρὸς ΗΚ, ὡς δὲ ἡ ΑΗ πρὸς ΗΚ, οὕτως ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΗΔΓ, τούτεστι πρὸς τὸν ΒΘΕΖ κῶνον, ὡς ἄρα ἡ ΓΔ πρὸς ΕΖ, οὕτως ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ κῶνον. ἀλλ’ ὁ Η κύκλος πρὸς τὸν Θ κύκλον διπλασίονα λόγον ἔχει ἢπερ ἡ ΓΔ πρὸς τὴν ΕΖ· ὁ ἄρα Η κύκλος πρὸς τὸν Θ κύκλον, τούτεστιν ἡ βάσις τοῦ ΑΗΓΔ κῶνου πρὸς τὴν βάσιν τοῦ ΒΘΕΖ κῶνου, διπλασίονα λόγον ἔχει ἢπερ ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ κῶνον· ὅπερ ἔδει δεῖξαι.

---

Serenus, De Sectione Cylindri. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003245.
