# De Sectione Cylindri 319.3-323.14

Serenus, De Sectione Cylindri, 319.3 to 323.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/serenus-2/de-sectione-cylindri/319.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/serenus-2/de-sectione-cylindri/319.3

ξϵ’. Καὶ ἐὰν τὰ διὰ τοῦ ἄξονος τρίγωνα ἴσα ἀλλήλοις ᾖ, ἀντιπεπόνθασιν οἱ κῶνοι τοῖς ἄξοσιν. ὑποκείσθω γὰρ τὸ ΑΓΔ τρίγωνον τῷ ΒΕΖ τριγώνῳ ἴσον εἶναι. λέγω, ὅτι, ὡς ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ, οὕτως ὁ ΒΘ ἄξων πρὸς τὸν ΑΗ. ἐπὶ γὰρ τῆς αὐτῆς καταγραφῆς καὶ κατασκευῆς, ἐπεὶ τὸ ΑΓΔ τρίγωνον τῷ ΒΕΖ ἴσον ἐστίν, ὡς ἄρα ΠΕΡΙ ΚΩΝΟΥ ΤΟΜΗΣ. πρὸς τὸν ΒΘΕΖ, οὕτως ὁ ΒΘΕΖ πρὸς τὸν ΚΘΕΖ, τούτεστιν οὕτως ἡ ΒΘ πρὸς ΘΚ. ἀλλ’ ἡ ΘΚ τῇ ΑΗ ἴση· ὡς ἄρα ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ, οὕτως ὁ ΒΘ ἄξων πρὸς τὸν ΑΗ· ὅπερ ἔδει δεῖξαι. ξζʹ Τῶν ἀντιπεπονθότων ὀρθῶν κώνων ταῖς βάσεσι τὰ διὰ τῶν ἀξόνων τρίγωνα πρὸς ἀλλήλα τριπλασίονα λόγον ἔχει ἢπερ ἡ βάσις πρὸς τὴν βάσιν ἀντιπεπονθότως. καταγεγράφθωσαν οἱ κῶνοι, καὶ ἔστω, ὡς ὁ τὸ ΑΓΔ πρὸς τὸ ΚΕΖ, οὕτως τὸ ΒΕΖ πρὸς τὸ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ, οὕτως ἡ Θ βάσις πρὸς τὴν Η βάσιν. λέγω, ὅτι τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ ΒΕΖ τριπλασίονα λόγον ἔχει ἢπερ ἡ ΕΖ πρὸς τὴν ΓΔ. ΚΕΖ. ἐπειδὴ δὲ ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ ἰσοψὴ κῶνον διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΑΓΔ πρὸς τὸ ΚΕΖ, ὡς δὲ τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ ΚΕΖ, οὕτως τὸ ΒΕΖ πρὸς ΚΕΖ, ὁ ἄρα ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΒΕΖ τρίγωνον πρὸς τὸ ΚΕΖ, τούτεστιν ὁ ΒΘΕΖ κῶνος πρὸς τὸν ΚΘΕΖ· ὡς ἄρα ὁ ΑΗΓΔ κῶνος ΠΕΡΙ ΚΩΝΟΤ ΤΟΜΗΣ. λόγον ἔχει ἢπερ ὁ ΒΘΕΖ πρὸς τὸν ΚΗΓΔ. ἀλλ’ ὡς 10 ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΗΓΔ, οὕτως τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ ΚΓΔ· τὸ ΑΓΔ ἄρα τρίγωνον πρὸς τὸ ΚΓΔ διπλασίονα λόγον ἔχει ἢπερ ὁ ΒΘΕΖ κῶνος πρὸς τὸν ΚΗΓΔ. ὁ δὲ ΒΘΕΖ κῶνος πρὸς τὸν ΚΗΓΔ ἰσοῦψῃ κῶνον διπλασίονα λόγον ἔχει ἢπερ τὸ 15 ΒΕΖ τρίγωνον πρὸς τὸ ΚΓΔ· τὸ ἄρα ΑΓΔ τρίγωνον

---

Serenus, De Sectione Cylindri. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003245.
