# De Sectione Cylindri 329.1

Serenus, De Sectione Cylindri, 329.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/serenus-2/de-sectione-cylindri/329.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/serenus-2/de-sectione-cylindri/329.1

ΠΕΡΙ ΚΩΝΟΤ ΤΟΜΗΣ. κῶνοι ἰσοῦφεῖς ὄντες πρὸς ἀλλήλους εἰσὶν ὡς αἱ βάσεις. ἐπεὶ οὖν ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ διπλασίονα λόγον ἔχει ἢπερ ἡ Η βάσις πρὸς τὴν Θ βάσιν, ὡς δὲ ἡ Η βάσις πρὸς τὴν Θ, οὕτως ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ, ὁ ἄρα ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ διπλασίονα λόγον ἔχει ἢπερ ὁ ΑΗΓΔ πρὸς τὸν ΚΘΕΖ· ὡς ἄρα ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ, οὕτως ὁ ΚΘΕΖ πρὸς τὸν ΒΘΕΖ. [ἐπεὶ τοίνυν ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ διπλασίονα λόγον ἔχει ἢπερ ὁ ΚΘΕΖ πρὸς τὸν ΒΘΕΖ, τούτεστιν ἢπερ ἡ ΚΘ πρὸς ΘΒ, ἔχει δὲ ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΒΘΕΖ διπλασίονα λόγον καὶ τοῦ ὃν ἔχει ἡ Η βάσις πρὸς τὴν Θ βάσιν, ὡς ἄρα ἡ Η βάσις πρὸς τὴν Θ βάσιν, οὕτως ὁ ΑΗ ἄξων πρὸς τὸν ΒΘ ἄξονα.] καὶ ἐπεὶ ἰσοῦφεῖς εἰσὶν οἱ ΑΗΓΔ, ΚΘΕΖ κῶνοι, ὁ ἄρα ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΑΓΔ τρίγωνον πρὸς τὸ ΚΕΖ, ὡς ἐδείχθη. ὡς δὲ ὁ ΑΗΓΔ κῶνος πρὸς τὸν ΚΘΕΖ, οὕτως ὁ τε ΚΘΕΖ κῶνος πρὸς τὸν ΒΘΕΖ κῶνον καὶ τὸ ΚΕΖ τρίγωνον πρὸς τὸ ΒΕΖ· καὶ τὸ ΚΖΕ ἄρα τρίγωνον πρὸς τὸ ΒΕΖ διπλασίονα λόγον ἔχει ἢπερ τὸ ΑΓΔ πρὸς τὸ ΚΕΖ· τὸ ἄρα ΑΓΔ τρίγωνον πρὸς τὸ ΒΕΖ τριπλασίονα λόγον ἔχει ἢπερ τὸ ΑΓΔ πρὸς τὸ ΚΕΖ. ὡς δὲ τὸ ΑΓΔ πρὸς τὸ ΚΕΖ, οὕτως ἡ ΓΔ βάσις πρὸς τὴν ΕΖ· ἰσοῦφη γάρ ἐστι τὰ τρίγωνα· τὸ ἄρα ΑΓΔ τρίγωνον πρὸς τὸ ΒΕΖ τριπλασίονα λόγον ἔχει ἢπερ ἡ ΓΔ πρὸς τὴν ΕΖ· ὅπερ ἔδει δεῖξαι.

---

Serenus, De Sectione Cylindri. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003245.
