# De Sectione Cylindri 89.1

Serenus, De Sectione Cylindri, 89.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/serenus-2/de-sectione-cylindri/89.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/serenus-2/de-sectione-cylindri/89.1

ΠΕΡΙ ΚΤΛΙΝΔΡΟΥ ΤΟΜΗΣ. ἐστὶν ἡ ΘΧ ὀρθία τοῦ εἴδους πλευρά· ἢ ἄρα ΘΧ καὶ ἐπὶ τῆς τοῦ κυλίνδρου τομῆς ὀρθία ἐστὶ τοῦ εἴδους πλευρά. ἐπεὶ οὖν, ὡς ἡ ΘΗ πρὸς τὴν ΘΧ, οὕτως τὸ ὑπὸ τῶν ΗΦ, ΦΘ πρὸς τὸ ἀπὸ τῆς ΦΤ, ἐδείχθη δὲ καὶ ἐπὶ τῆς τοῦ κυλίνδρου τομῆς, ὡς ἡ πλαγία τοῦ εἴδους πλευρὰ πρὸς τὴν ὀρθίαν, οὕτως τὸ ὑπὸ τῶν τμημάτων τῆς διαμέτρου πρὸς τὸ ἀπὸ τῆς κατηγμένης ἐπ’ αὐτὴν τεταγμένως καὶ ποιούσης τὰ τμήματα, καὶ ἐπὶ τῆς τοῦ κυλίνδρου ἄρα τομῆς, ὡς ἡ ΘΗ πλαγία τοῦ εἴδους πλευρὰ πρὸς τὴν ΘΧ ὀρθίαν, οὕτως τὸ ὑπὸ τῶν ΗΦ, ΘΦ πρὸς τὸ ἀπὸ τῆς ἴσης τῇ ΤΦ καὶ πρὸς ἴσας γωνίας ἀγομένης ἐπὶ τὴν ΘΗ. ἀλλ’ ἡ ἴση τῇ ΤΦ καὶ πρὸς ἴσας γωνίας ἐπ’ αὐτὴν ἀγομένη κατὰ τὸ Φ οὐχ ἑτέρα ἐστὶ τῆς ΤΦ. ἢ ἄρα ΦΤ καὶ ἐν τῇ τοῦ κυλίνδρου ἐστὶ τομή· τὸ ἄρα Τ σημεῖον ἐπὶ τῆς τοῦ κώνου ἐπιφανείας ὡν καὶ ἐπὶ τῆς τοῦ κυλίνδρου ἐστὶν ἐπιφανείας. ὁμοίως δὲ δείκνυται, κἂν ὁσασοῦν ὁμοίως τεταγμένως ἀγράψωμεν. ἡ ΘΡΗ ἄρα γραμμὴ ἐν ταῖς ἐπιφανείαις ἐστὶν ἀμφοτέρων τῶν σχημάτων· ἡ ΘΡΗ ἄρα τομὴ μία καὶ ἡ αὐτὴ ἐν ἀμφοτέροις ἐστὶ τοῖς σχήμασι. καὶ ἐπεὶ κατεσκευάσθη ἡ ὑπὸ ΓΑ, ΑΕ γωνία, τούτεστιν ἡ ὑπὸ ΑΗ, ΗΘ, ἤτοι μεῖζων ἢ ἐλάττων οὖσα τῆς πρὸς τῷ Β, ἡ ἄρα τομὴ οὐκ ἐστὶν ὑπεναντία· ἡ ΘΡΗ ἄρα τομὴ οὐκ ἐστὶ κύκλος· ἔλλειψις ἄρα ἐστὶν ἡ ΘΡΗ. καὶ τοῦ κώνου ἄρα τοῦ ἐκκειμένου καὶ τοῦ κυλίνδρου ἡ τομὴ αὕτη ἔλλειψίς ἐστιν· ὅπερ ἔδει δεῖξαι.

---

Serenus, De Sectione Cylindri. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003245.
