# De caeco et Zacchaeo 3.1

Severianus Gabalensis, De caeco et Zacchaeo, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/de-caeco-et-zacchaeo/3.1

Πολλὰ γὰρ τοιαῦτα ποιεῖ ὁ Χριστός, ἐπειδὴ ἦλθε τὴν ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν ἀναδέξασθαι. Καὶ ἵνα μή τις αὐτὸν ὑπολάβῃ δι’ ἀσθένειαν πάσχειν, καὶ οὐ διὰ φιλανθρωπίαν ὑπομένειν, πρὶν εἰσέλθῃ εἰς Ἱεροσόλυμα, βλέπει συκῆν. Καὶ ἀπῆλθέ φησι ζητῶν παρ’ αὐτῆς καρπόν, καὶ οὐχ εὗρεν. Ὡς δὲ οὐχ εὗρεν, ἐπετίμησε λέγων· Μηδέποτε ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. Τί ἥμαρτεν ἡ συκῆ; μὴ γὰρ ἐξουσίᾳ λογικῇ ἔχει τὴν καρποφορίαν; οὐχ ὅτε βούλεται ὁ κτίστης, παρέχει ἐνέργειαν τῇ καρποφορίᾳ; Εἶτα οὔτε ὁ καιρὸς ἦν τῶν σύκων· τοῦτο γὰρ ἐπιμαρτύρεται τὸ εὐαγγέλιον. Τίς δὲ οὕτω τῶν κοινῶν ἀνθρώπων, μήτι γε ὁ θεός, ἐν ἀκαίρῳ καιρῷ καρπὸν ἀπαιτεῖ; τοὺς καιροὺς οὐ σὺ ἔπηξας, ὁ δημιουργός; οὐ σὺ ἔδωκας καιροὺς καὶ χρόνους τῇ καρποφορίᾳ; Τί τοίνυν ἀπαιτεῖς παρὰ τὸν καιρόν, ὃν ἔταξας; Εἰ δὲ καὶ καιρὸς ἦν σύκων, μὴ ἤνεγκε δὲ ἡ συκῆ καρπόν, ἔγκλημα ἦν τῆς φύσεως; μή, ὅτε βούλεται, προσφέρει; οὐχ, ὅτε κελεύεται, προσάγει καρποφορίας; Τίνος οὖν ἕνεκεν ἐπιτιμᾷ τῇ συκῇ; Ἐπειδὴ ἔμελλε τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν αὐτὸν δι’ ἀσθένειαν πάσχειν, ἐν τῷ ἀψύχῳ ἐνδείκνυται τὴν δύναμιν, ἵνα δείξῃ ὅτι πάντας ἠδύνατο ξηρᾶναι τοὺς ἀντιλέγοντας, πάντας ἀφανίσαι τοὺς θεομάχους. Ἀλλ’ ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου, τὴν δὲ φιλανθρωπίαν ταμιεύεται τοῖς ἀνθρώποις. Οὕτω καὶ ἐνταῦθα συνεχώρει τῷ τυφλῷ ἀκολουθεῖν, ἵνα νεάζουσα ἡ μνήμη διαλύσῃ τὸ σκάνδαλον, ἵνα ἔχωσι τὴν θαυματουργίαν ἀπαστράπτουσαν. Ἀλλὰ διεδέξατο τὸ θαῦμα ἕτερον· μετὰ γὰρ τὴν ἀνάβλεψιν τοῦ τυφλοῦ, ἀνέβλεψεν ἄλλος τυφλὸς τὴν ψυχήν. Τίς οὗτος; Ὁ ἀρχιτελώνης ὁ τυφλώττων περὶ τὰ χρήματα, ὁ τῇ πλεονεξίᾳ τυφλὴν τὴν ψυχὴν ἔχων· οὐδὲν γὰρ οὕτως ἀποτυφλοῖ τὴν ψυχήν, ὡς τὰ χρήματα. Διὰ τοῦτό φησι Μωϋσῆς· Δῶρα γὰρ ἀποτυφλοῖ ὀφθαλμοὺς ἀνθρώπων, καὶ λυμαίνεται ῥήματα δίκαια. Ἦλθεν ὁ ἀρχιτελώνης, καὶ παρῄει ὁ Ἰησοῦς, ὁ πᾶσαν ἁμαρτίαν διαλύων, ὁ πᾶσαν κακίαν ἀφανίζων, ὁ μεταβάλλων τὸ σκότος εἰς φῶς καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἄγων . Ὁ Ζακχαῖος βραχὺς ἦν τὴν ἡλικίαν, ἐκτεταμένος δὲ τὸν πόθον· βραχὺς τὸ σῶμα, μέγας δὲ τὸ φρόνημα· ἐζήτει γὰρ τὸν Ἰησοῦν ἰδεῖν, καὶ οὐκ ἠδύνατο διὰ τὸ βραχὺ τῆς ἡλικίας· καὶ προλαβών, μηχανῇ πορίζεται τὸ ἐλλεῖπον τῆς ἡλικίας· ἀνατρέχει γὰρ ἐπὶ συκομορέαν καὶ παριόντα τὸν Ἰησοῦν ἑώρα. Ἀλλ’ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, περὶ οὗ φησιν ὁ Παῦλος· Ὁ εἰδὼς ἐκ περισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν , οὐ τοσοῦτον αὐτῷ ἔδωκεν, ὅσον ἐπόθησεν, ἀλλ’ ὑπὲρ ὃ προσεδόκησεν. Ὁ μὲν γὰρ ἰδεῖν μόνον ἐπόθησεν, ὁ δὲ καὶ τῆς δεξιώσεως αὐτὸν ἠξίωσε. Καί φησι πρὸς αὐτὸν ὁ θεασάμενος αὐτοῦ τὴν διάνοιαν – πρὶν γὰρ ἀναβῇ εἰς τὴν συκῆν, οἶδεν αὐτοῦ τὴν διάνοιαν –· Ζακχαῖε, σπεύσας κατάβηθι. Καλὸς ἰξευτὴς ὁ σωτήρ, ἀπὸ δένδρου ψυχὴν καταφέρων. Ζακχαῖε, σπεύσας κατάβηθι. Ἐξέτεινεν αὐτῷ τὸν κάλαμον τοῦ λόγου, περιέθηκε τὸν ἰξὸν τῆς ἀγάπης, ἔλαβεν αὐτὸν ἀπὸ τῶν πτερύγων τῆς διανοίας, καὶ συνάγει αὐτὸν ὑπὸ τὴν ἑαυτοῦ ἐκκλησίαν. Καὶ ὅρα, τί ποιεῖ. Ἵνα δὲ μὴ νομίσῃς τὸ ῥῆμα εἶναι τὸ βιασάμενον, ἀλλ’ ὅτι ὁ λόγος τοῦ θεοῦ ὡς ἰξευτής ἐστι, λέγει ὁ μακάριος Ζαχαρίας· Καὶ ἔδειξέ μοι κύριος ἄγγος ἰξευτοῦ, καὶ εἶπέ μοι· Οὐ μὴ παρέλθω τὸν λαόν μου, ἕως ἂν, φησίν, ἰξεύσω αὐτόν. Οὕτως ἀλήθεια μεμαρτυρημένη, ὅτι ὁ λόγος τοῦ θεοῦ ἰξός ἐστι, τῇ ἀγάπῃ ὡς ἰξῷ τὰς ψυχὰς περιπλέκων· καὶ ὥσπερ ἐκείνη ἡ κόλλα οὐ δύναται λοιπὸν τὸ κατεχόμενον διαστῆσαι τοῦ κατέχοντος, οὕτω καὶ αἱ ψυχαὶ αἱ τῷ σωτῆρι ἡνωμέναι κολλῶνται ὥσπερ τῇ κόλλῃ τοῦ ἰξευτοῦ. Διὰ τοῦτο ὁ πιασθεὶς καλὸς νεοσσὸς Δαυὶδ ἔλεγεν· Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου · καὶ πάλιν ὁ ἀπόστολος· Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν. Ἰξεύει τὸν Ζακχαῖον, καὶ κατάγει αὐτὸν ἀπὸ τοῦ δένδρου, καὶ εἰσάγει ἑαυτὸν εἰς τὴν σκηνὴν αὐτοῦ, ἣν ποτὲ μὲν αὐτὸς ταῖς ἁμαρτίαις ἐγνόφωσε, σήμερον δὲ ὁ φωστὴρ τῆς εὐσεβείας κατηύγασεν. Ὡς οὖν εἰσῆλθεν ὁ σωτήρ, ὑπεδέξατο αὐτὸν ὁ τελώνης χαίρων. Ὢ τῆς πολλῆς ἀγαθότητος τοῦ δεσπότου· ὁ ἀναμάρτητος μετὰ ἁμαρτωλῶν, ἡ πηγὴ τῆς δικαιοσύνης μετὰ τῆς ὕλης τῆς ἀδικίας· ὕλη γὰρ ἀδικίας πλεονεξία. Εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ τελώνου, οὐ τῷ γνόφῳ τῆς πλεονεξίας ὑβριζόμενος, ἀλλὰ τῇ αὐγῇ τῆς δικαιοσύνης τὴν πλεονεξίαν ἀφανίζων. Καὶ ὅρα τὸ θαυμαστόν· Εὐθέως ὁ Ζακχαῖος στὰς πρὸ τοῦ προθύρου λέγει· Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Οὐδέπω ἐδιδάχθης καὶ ὑπακούεις; οὐδέπω ἔμαθες καὶ ἐφύλαξας; Οὐδὲν εἶπεν ὁ σωτήρ, οὐδὲν ἐδίδαξεν, οὐ περὶ ἐλεημοσύνης ὑπέθετο, οὐ φιλοπτωχίαν ὑπηγόρευσε τότε, ἀλλ’ ἐσιώπα καὶ ἠρέμα κατηύγαζε· καὶ ὥσπερ ἥλιος εἰσχεόμενος διὰ τῶν ἀκτίνων εἰς οἶκον, οὐ ῥήματι φωτίζει, ἀλλ’ αὐτῇ τῇ ἐνεργείᾳ καταλάμπει· οὕτω καὶ ὁ σωτὴρ εἰσελθών, ταῖς ἀκτῖσι τῆς δικαιοσύνης τὸν δρόμον τῆς ἀδικίας ἐξώρισε· Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει , ὥς φησιν ὁ εὐαγγελιστής. Κύριε, τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς. Καλῶς μερίζει τὴν πλεονεξίαν, τέμνει τὴν ἀδικίαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι . Πᾶν ὁλόκληρον ἰσχυρόν, τεμνόμενον δὲ ἀσθενές. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι . Ὢ τῆς καλῆς φωνῆς, νικώσης τὴν φύσιν, μᾶλλον δὲ νικώσης τὴν συνήθειαν· δευτέρα γὰρ φύσις ἡ συνήθεια. Ἐξώρισε τὴν ἀπληστίαν, ἐπέγνω τὴν ἀλήθειαν. Τὰ ἡμίση τῶν ὑπαρχόντων μοι δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἠδίκησα ἢ ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Ἐνταῦθα προσέχειν ἀκριβῶς χρή, ὅτι ὁ πλοῦτος τοῦ Ζακχαίου οὐκ ἦν ἐξ ἀδικίας μόνον, ἀλλὰ καὶ ἐκ πατρικῆς περιουσίας· εἰ γὰρ ἦν ἐξ ἀδικίας, πῶς τετραπλασίονα ἠδύνατο ἀποδοῦναι, ἃ ἔλαβε; Διὰ τί γὰρ λέγει· Εἴ τινός τι ἠδίκησα, ἀποδίδωμι τετραπλοῦν ; Εἰ καὶ τῇ παρανομίᾳ συνέζησεν, ἀλλὰ καὶ τὸν νόμον ἐγνώριζεν· κελεύει γὰρ ὁ νόμος τὸν κλέπτην εἰς τετραπλάσιον ἀποδιδόναι τὴν κλοπήν. Ἐάν τίς φησι κλέψῃ πρόβατον καὶ γνωρισθῇ, ἀποδῷ τέσσαρα πρόβατα. Τετραπλασιάζει τὴν τιμωρίαν ὁ θεός, μᾶλλον δὲ τὴν ζημίαν, ἵνα κἂν ὁ νόμος μὴ φοβήσῃ, ἡ ζημία δυσωπήσῃ· πολλοὶ γὰρ πολλάκις νόμον μὴ αἰδούμενοι, ζημίαν αἰδοῦνται. Ἑαυτὸν τοίνυν καταδικάζει, οὐκ ἐκδεχόμενος τὴν ψῆφον τοῦ νόμου, ἀλλ’ αὐτὸς ἐφ’ ἑαυτὸν νόμος γενόμενος· Δικαίῳ γὰρ νόμος οὐ κεῖται. Ὁ σωτὴρ ταύτην δεξάμενος τὴν φωνήν φησι· Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν. Αὐτὸς ἑαυτὸν ἐδικαίωσεν, οὐκ ἐπειδὴ Χριστὸν ἁπλῶς εἶδεν, ἀλλ’ ἐπειδὴ τοῖς Χριστοῦ ὑπήκουσε νόμοις. Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ γέγονεν, ὅτι καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι. Πρὶν ποιῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ, οὐ καλεῖ αὐτὸν υἱὸν Ἀβραάμ, ἀλλὰ Ζακχαῖον ψιλῇ τῇ προσηγορίᾳ καλεῖ· ὅτε μέντοι ἐπλήρωσε τὰ ἔργα τοῦ πατριάρχου, φιλοπτωχίαν ἐπαγγειλάμενος, καὶ τῆς ἀδικίας τὴν ἀλλοτρίωσιν, τότε λέγει· Καὶ οὗτος υἱὸς Ἀβραάμ ἐστι.

---

Severianus Gabalensis, De caeco et Zacchaeo. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg081.local001/.
