Ancient Greek
Section 1
Severianus Gabalensis, De caeco nato 1.1
Not analysed yet
Πηγὴ φωτὸς ὁ τοῦ θεοῦ λόγος· φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων, φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας. Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ λάμπει, καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει· καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν, ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται. Ἡ γὰρ θεία γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος, μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀληθείας, ἵνα ὦσιν υἱοὶ φωτός . Διὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος· Οὐκ ἐσμὲν υἱοὶ νυκτός, οὐδὲ σκότους, ἀλλ’ υἱοὶ φωτὸς καὶ ἡμέρας. Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέντος διὰ στόματος θεοῦ· Ἐγὼ γάρ εἰμι ,φησὶν ὁ Χριστός, τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοί, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς. Ἐκεῖνος γὰρ λόγος ἐστὶ φωτός, ὃς ἐὰν πιστευθῇ παρ’ ἡμῶν, υἱὸς φωτὸς παρασκευάζει γενέσθαι. Ὅθεν φησὶ καὶ ὁ σωτήρ· Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ αἰσθητὸν τοῦτο φῶς, οὕτως ἐπὶ τῶν ψυχῶν ὁ νοερὸς τοῦ θεοῦ λόγος· καὶ ὅπερ ἐστὶν ἐν τῇ νυκτὶ τὸ σκότος, τοῦτο ἐν ταῖς πεπλανημέναις ψυχαῖς ἡ ἄγνοια. Διὰ τοῦτο καὶ ὁ μακάριος Δαυὶδ περὶ τῶν τοιούτων γράφει λέγων· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν σκότει διαπορεύονται. Οὕτως οὖν καὶ τὴν συναγωγὴν ὁ θεὸς τὴν ἀγνοίᾳ βεβαπτισμένην, καὶ μὴ βουλομένην ἀνανεῦσαι πρὸς τὴν γνῶσιν τῆς πνευματικῆς διδασκαλίας, νύκτα καλεῖ, διὰ τὴν συζῶσαν αὐτῇ ἄγνοιαν. Ὅτε γὰρ τοῖς Ἰουδαίοις ὁ θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Νυκτὶ ὡμοίωσα τὴν μητέρα ὑμῶν ,καὶ ἑρμηνεύων ὁποίαν λέγει νύκτα ὁμοίαν σκότους, ἐπήγαγεν· Ὡμοιώθη ὁ λαός μου λαῷ μὴ ἔχοντι γνῶσιν . Διὰ τοῦτο Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν· ἐν νυκτὶ διαπορεύονται. Ἀλλ’ ἐκεῖνοι μὲν οὕτως· οἱ δὲ τῆς τοῦ Χριστοῦ διδασκαλίας δεξάμενοι τὸ φῶς, οἱ τοιοῦτοι φῶς ἀποτελοῦνται. Ἔστι γὰρ ὁ θεὸς ἡμῶν φῶς· καὶ ὁ Λόγος αὐτοῦ ὁ ἐξ αὐτοῦ πρὸ αἰώνων ἀπαθῶς γεννηθείς, φῶς λέγεται· καὶ τὸ ἅγιον καὶ ὁμοούσιον καὶ ζωαρχικὸν πνεῦμα, φῶς. Φῶς, καὶ φῶς, καὶ φῶς· ἀλλ’ ἓν φῶς· καὶ ἡ ψυχὴ ἡ δεξαμένη τὸν λόγον, φῶς ὀνομάζεται. Ἀλλ’ ὁ μὲν θεὸς φύσει τρισυπόστατον φῶς, ἡμεῖς δὲ κατὰ μετουσίαν ἐκείνου· καὶ πάλιν αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς φῶς, περὶ οὗ ὁ εὐαγγελιστὴς Ἰωάννης φησίν· Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἀλλὰ φῶς ὑπάρχων ἐκ φωτὸς ἀρρήτου, καὶ τὸν νόμον διαπέμπεται φωτὸς γέμοντα, κατὰ τὸν προφήτην τὸν λέγοντα· Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Δεξαμένη τοίνυν ἡ ψυχὴ τῆς ἀληθείας τὸν φωτεινὸν λόγον, καὶ αὐτὴ φῶς ἀποτελεῖται, καὶ ἀκούει παρὰ τοῦ Παύλου· Ἦτε γάρ ποτε σκότος, νυνὶ δὲ φῶς ἐν κυρίῳ. Ὅταν δὲ δέξηται ἡ διάνοια τὸ φῶς τὸ εὐαγγελικόν, καὶ κατὰ τὴν πίστιν φῶς ὀνομάζεται· ὡσαύτως δὲ καὶ κατὰ τὰ ἔργα. Λαμψάτω γάρ φησι τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν οὐρανοῖς. Ἀνάγκη γὰρ τὸν δεξάμενον φῶς πίστεως ἐλθεῖν καὶ εἰς ἔργα φωτός. Οὐ μόνον δὲ εἶναι δεῖ τοῦ πιστοῦ τὴν ψυχὴν φῶς, ἀλλὰ καὶ κατὰ τὰ ἔργα λάμπειν ἔμπροσθεν τῶν ἀνθρώπων · διὰ τοῦτο καὶ ὁ σωτήρ φησι· Λαμψάτω φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Καὶ ὅρα τὸ θαυμαστόν· τὸ μὲν γὰρ ὑπὸ τοῦ θεοῦ φῶς ἁπλοῦν ἐστιν, ἀκτῖνας δὲ διαφόρους ἔχει οὐ τῇ φύσει, ἀλλὰ ταῖς ἐνεργείαις· καὶ πέμπεται μὲν ἡ λάμπουσα τοῦ θεοῦ διδασκαλία ἐπὶ πᾶσαν πιστὴν ψυχήν, κατὰ τὸ εἰρημένον· Καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς ,ἵνα παρ’ αὐτῷ κατευθύνηται τὰ ἔργα ἡμῶν. Μία ἐστὶν ἡ λαμπρότης, ἀλλ’ ἐρχομένη πρὸς ἡμᾶς πολλὰς λαμπρότητας ἀποτελεῖ, λαμπρότητα ἐλεημοσύνης, λαμπρότητα σωφροσύνης, λαμπρότητα φιλοξενίας, λαμπρότητα φιλοστοργίας. Παρὰ μὲν τῷ θεῷ μία λαμπρότης· αὕτη δὲ εἰς ἡμᾶς πεμπομένη, ταῖς ἐνεργείαις διαφόρους ἀποτελεῖ τὰς μαρμαρυγάς· τῷ μὲν χαριζομένη λαμπρότητα προφητείας, ἄλλῳ λαμπρότητα ἀποστολῆς, ἄλλῳ λαμπρότητα μαρτυρίου. Ἐκεῖ μὲν μία λαμπρότης· εἰς ἡμᾶς δὲ πολλαί, κατὰ τὸ εἰρημένον· Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Διὰ τί οὖν Παῦλος ἀπαριθμεῖται, καὶ λέγει· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; Οὐχ ἁπλῶς οὕτω διαιρεῖ ὁ Παῦλος, ἀλλ’ ὡς εὑρίσκει ψυχὰς ἐπιτηδείας, οὐ κατὰ τὴν αὐθεντίαν μερίζει, ἀλλὰ κατὰ τὴν ὁμολογίαν τῆς πίστεως· οὐχ ὅτι παρὰ τὸ βούλημα αὐτοῦ δίδωσιν, οὐδὲ παρὰ τὸ θέλημα, ἀλλ’ ὅτι τὸ θέλημα αὐτοῦ οὐκ ἔστιν ἄκριτον, ἀλλὰ κατὰ τὰ χαρίσματα τῶν δωρεῶν. Ὥσπερ γὰρ τὰ ἀνθηρὰ καὶ εὐβαφῆ τῆς βασιλικῆς ἐσθῆτος δέχεται μὲν ἀκτῖνα ἡλιακήν, διαφόρους δὲ τὰς μαρμαρυγὰς ἀνατέλλει, καὶ οἷον ἂν εἴη τῆς βαφῆς τὸ κάλλος, τοιαύτην τὴν εὔχροιαν ἀπεργάζεται, καὶ ὥσπερ ὑπὸ τῆς προκειμένης βαφῆς μεταβάπτεται καὶ τοῦ ἀέρος τὸ κάλλος εἰς χρυσὸν ἢ εἰς πορφύραν ἢ εἰς πράσινον ἢ εἰς ἄλλο τι τῶν χρωμάτων, οὐ τῆς ἀκτῖνος μεριζομένης, ἀλλὰ τῆς ἐσθῆτος τὴν οἰκονομίαν τῆς ἀκτῖνος σχηματιζομένης τῷ φωτί. Τοιούτοις ἀεὶ ἄνθεσι λάμπει τῆς ἐκκλησίας τὸ κάλλος, βασιλικὴν ἔχουσα τὴν ἐσθῆτα καὶ ἐστολισμένη οὐράνιον καὶ ποικίλην στολήν, ὡς καὶ ὁ ψαλμῳδὸς λέγει· Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· πάρεστι ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Πῶς πεποίκιλται; Ταῖς τοῦ ἁγίου πνεύματος δωρεαῖς, κατὰ τὴν Παύλου φωνήν· Ἐνεργοῦντος τοῦ θεοῦ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ πνεύματος ἁγίου μερισμοῖς. Ἀλλὰ τί ὀνομάσω τοῦ Χριστοῦ τὴν ἐκκλησίαν; Νύμφην ἐστολισμένην, βασιλίδα κεκαλλωπισμένην, παράδεισον κομῶντα, λειμῶνα βρύοντα τὴν εὐκαρπίαν, καὶ εἴ τι ἕτερον ἂν εἴπω, τῆς ἀξίας ἔλαττον φθέγγομαι. Διὰ τοῦτο ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τῆς ἐκκλησίας ἀναλαβὼν αὐτῆς τὴν φωνήν, ἔλεγεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. Καὶ ἐπειδὴ ἐν ὑποδείγματι ἦν, καὶ ὅλον τὸ κάλλος τῆς ἐκκλησίας οὐκ ἠδύνατο φράσαι, διαφορὰν αὐτῷ περιτίθησι, λέγων· Ὡς νύμφην κατεκόσμησέ με κόσμῳ, καὶ ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς γῆν αὔξουσαν τὰ γεννήματα αὐτῆς, καὶ ὡς κῆπον λαχάνων τὰ σπέρματα αὐτοῦ. Κῆπος γὰρ ὡς ἀληθῶς κεκλεισμένος καὶ παράδεισος ἡ ἐκκλησία τοῦ θεοῦ τοῦ ζῶντος · παράδεισον δὲ λέγω οὐ κατὰ τὸν ἀρχαῖον ἐκεῖνον, ἀλλὰ πολὺ ἐκείνου ἀνώτερον. Ἐκεῖ μὲν γὰρ ἐβασίλευσεν ὄφις, ἐνταῦθα δὲ βασιλεύει ὁ Χριστός.