# De caeco nato 5.1

Severianus Gabalensis, De caeco nato, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/de-caeco-nato/5.1

Μέχρι τούτου ὡς ἐπαρρησιάσατο, ἐκέλευσαν αὐτὸν ἐκβληθῆναι ἔξω. Καὶ ἐξέβαλον αὐτόν, φησὶν ὁ εὐαγγελιστής, ἔξω. Μακάριος ὁ ἀφορισθεὶς συναγωγῆς πονηρευομένων . Καὶ ὅρα τί γίνεται. Ἐπειδὴ ἠγωνίσατο τὸν καλὸν ἀγῶνα, καὶ συνηγόρησε θεοῦ δόξῃ καὶ τὸν σωτῆρα ὡμολόγησεν ἐνδόξως μετὰ πολλῆς τῆς παρρησίας· καὶ ἦν αὐτοῦ τὸ θέατρον πεπληρωμένον τῶν παλαισμάτων, ἐξεβλήθη ἔξω ὁ παλαιστής, μὴ λαβὼν τὸν στέφανον, καὶ ἀπαντᾷ αὐτῷ ἔξω ὁ βραβευτής. Ἤκουσε γάρ φησιν ὁ Ἰησοῦς, ὅτι ἐξέβαλον αὐτὸν ἔξω· καὶ εὑρὼν αὐτὸν λέγει αὐτῷ. Ὢ τῆς ῥήσεως τοῦ εὑρόντος αὐτόν· ὃν ἀπόλλυσιν ἡ πλάνη, εὑρίσκει ἡ ἀλήθεια. Διὰ τί δὲ αὐτῷ ἀπήντησεν; Εἶδεν ὁ σωτὴρ ψυχὴν εὐγνωμοσύνης γέμουσαν· εἶδε ψυχὴν μηδέπω γνωσθεῖσαν ὑπὲρ θεοῦ λέγειν, ἀλλὰ νομίζουσαν ὑπὲρ προφήτου τινὸς πιστοῦ· ἐρωτᾶται γὰρ περὶ τοῦ Χριστοῦ. Καὶ τί λέγει περὶ αὐτοῦ; Ὅτι προφήτης ἐστίν. Ὁ δὲ σωτὴρ τοῦτο εἶπεν· Εἰ προφήτην νομίζων, καὶ ἄνθρωπον ὑπονοῶν, οὕτως ἀγωνίζεται, τί οὐ ποιήσει, ἐὰν μάθῃ τὴν δόξαν τῆς θεότητος; Εἰ ἄνθρωπον ὑπονοῶν, καὶ προφήτην ὀνομάζων τοσαύτην ἤνεγκεν ὑπὲρ ἀληθείας συνηγορίαν, καὶ ἀγῶνα τηλικοῦτον ἀνεδέξατο μηδέπω κατηχηθείς, ἀλλ’ ἀπὸ μόνης τῆς εὐεργεσίας φωτισθείς· ἐννόησον αὐτόν, ὅτι εἰ ὑπὲρ ἀνθρώπου νομίζων συνηγορεῖν, οὐκ ἐξέστη τῆς ἀληθείας, ἐὰν μάθῃ εὐαγγελικῶς λέγειν· Ἐν ἀρχῇ ἦν ὁ λόγος· καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ ὁ θεὸς ἦν ὁ λόγος · τί ἔσται; Διὰ τοῦτο λοιπὸν αὐτὸν εἰς γνῶσιν διωρθώσατο, τὸν μὲν ἀγῶνα ὑποδεξάμενος, τὴν δὲ πίστιν αὐτῷ σφραγίσας. Ἀπαντᾷ αὐτῷ ὁ σωτήρ· οὐκ ἐγνώριζε γὰρ τὸν χαρακτῆρα οὗτος. Ὅτε γὰρ ἀπέστειλεν αὐτὸν ἐν τῇ κολυμβήθρᾳ τοῦ Σιλωὰμ τοῦ νίψασθαι, τυφλὸν ἀπέστειλεν· ὡς δὲ ἐπανῆλθε βλέπων, τὸν μὲν σωτῆρα οὐκ εἶδε τῷ πλήθει ὄντα ἀναμεμιγμένον, ἀλλὰ εὐθέως, πρὶν τοῦ δεσπότην ἰδεῖν, εἰς τὸν ἀγῶνα κληθεὶς ἠγωνίσατο. Πηλὸν δὲ πρὸ τοῦ αὐτὸν νίψασθαι ἐποίησεν ὁ δεσπότης, καὶ ἔχρισεν αὐτοῦ τοὺς ὀφθαλμούς, ἵνα ἀναπληρώσῃ τὸ λεῖπον. Ὅτε οὖν ἐξέβαλον αὐτὸν ἔξω, εὑρὼν αὐτὸν ὁ Χριστός, εἶπεν αὐτῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ; Οὐ δεῖ γάρ σε ὡς προφήτῃ πιστεῦσαι ἀγωνιζομένῳ, ἀλλ’ ὡς υἱῷ τοῦ θεοῦ. Ἐκεῖνος τὸ πρόσωπον μὴ γνωρίσας, τὴν φωνὴν ἀνεγνώρισε. Σὺ πιστεύεις φησὶν εἰς τὸν υἱὸν τοῦ θεοῦ; Ἐπέγνω τὴν φωνήν, καὶ μετὰ περιχαρείας ἐβόησε· Καὶ τίς ἐστι, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Διὰ τί πιστεύεις σοι λέγοντι τῷ πιστῷ· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ; Οἶδα ὅτι ὁ λόγος σου ἀληθής ἐστιν· ὅμως δὲ κἂν εἴπῃς μοι τὴν γνῶσιν, οὐκ ἀμφιβάλλω σοι πιστεῦσαι. Καὶ τίς ἐστι, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Καὶ ὁ προγνώστης ἀντέφη· Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ ἔσω συνηγορήσας, ἔξω διαλέγεται· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ θεοῦ; Ὁ δὲ πεφωτισμένος καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἔφησε· Καὶ τίς ἐστι, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. Ταῦτά μοι εἴρηται, ἵνα μάθητε πάντες καλῷ διδασκάλῳ ἕπεσθαι, καὶ ποιμένα ἀγαθὸν μιμεῖσθαι, καὶ ὑπὲρ ἀληθείας ἀγωνίζεσθαι· ὁ γὰρ ὑμῶν ἀγὼν συνεργείᾳ γίνεται τοῦ μεγάλου ποιμένος. Ἐθαυμάσατε, ὅτι τυφλὸς ἐγένετο συνήγορος τῆς ἀληθείας εὐεργετηθείς· θαυμάσατε τὸν λῃστὴν τὸν πρὸ τῆς εὐεργεσίας συνηγορήσαντα τῷ Χριστῷ. Ἀεὶ γὰρ θεία ψυχὴ ἀλήθειαν ζηλοῦσα, διὰ τὴν ἑαυτῆς ἀξιοπιστίαν ἀνοίγει πολλὰ στόματα συνηγοροῦντα τῇ ἀληθείᾳ. Ἐπὶ σταυροῦ ὁ Χριστὸς ἐκρέματο, καὶ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων, καὶ Ἰουδαῖοι φλυαροῦσιν, ἀρχιερεῖς βλασφημοῦσιν· Ἴδε ὁ βασιλεὺς τῶν Ἰουδαίων , καὶ πάλιν· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ , καὶ πάλιν· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι . Ὡσαύτως καὶ ὁ συσταυρωθεὶς λῃστὴς καὶ αὐτὸς ἐφλυάρει λέγων· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς. Ὁ δὲ ἕτερος λῃστὴς οὐκ ἐλάλει οὐδέν, τῇ σιωπῇ κολάζων τοὺς καταδίκους. Ἐπεὶ οὖν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, οἱ νόμον εἰδότες, μᾶλλον δὲ ἀγνοοῦντες, οἱ ὀφείλοντες ἀπὸ τῶν προφητικῶν ἀναγνωσμάτων Χριστὸν ὁμολογῆσαι, οὐχ ὡμολόγησαν· ἀνοίγει ὁ θεὸς ἀπροσδόκητον στόμα ἐπὶ τοῦ σταυροῦ, συνηγοροῦν τῇ ἀληθείᾳ. Καὶ βλέπε τί ποιεῖ. Οὐδὲ πρῶτον ἀκούει φωνῆς Χριστοῦ, καὶ οὗτος συνηγορεῖ, καὶ τότε στεφανοῦται. Ἐσταυρώθησαν γάρ φησι σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων· καὶ ἦν ὁ σωτὴρ μέσος ὥσπερ ζυγὸς ἀληθείας, κουφίζων μὲν τὸν ὁμολογοῦντα, καταδικάζων δὲ τὸν βλασφημοῦντα. Καὶ ὅρα τὸ θαυμαστόν. Τῶν γραμματέων καὶ τῶν ἀρχιερέων βλασφημούντων τὸν Χριστὸν καὶ λεγόντων· Εἰ βασιλεὺς Ἰσραήλ ἐστι, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν, καὶ πιστεύσωμεν αὐτῷ· καὶ τοῦ ἄλλου λῃστοῦ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς· οὐδὲν λέγει εἷς τῶν λῃστῶν ὁ εὐγνώμων. Οἱ γὰρ δύο λῃσταὶ εἰκόνες ἦσαν τοῦ λαοῦ τῶν Ἰουδαίων καὶ τοῦ ἡμετέρου. Ὁ μὲν γὰρ βλασφημεῖ καὶ κατακρίνεται· ὁ δὲ πιστεύει καὶ μετανοεῖ καὶ σώζεται. Λέγει οὖν τῶν ἀγνωμόνων ὁ τῆς Ἰουδαϊκῆς λῃστείας ἀδελφός. Λῃστικὸς γὰρ ἦσαν λαὸς οἱ ἀγνώμονες Ἰουδαῖοι, ὡς μαρτυρεῖ ὁ σωτὴρ λέγων· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν· καὶ ἡ μὲν τοῦ πρώτου προαίρεσις Ἰουδαϊκή· ἡ δὲ τοῦ δευτέρου Χριστιανική, ἀπὸ κακῶν μὲν ὁρμωμένη, μετανοίᾳ δὲ τὴν σωτηρίαν ἁρπάζει. Λέγει οὖν ὁ ἀγνώμων λῃστής, καὶ Ἰουδαϊκὴν ἔχων προαίρεσιν· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, σῶσον σεαυτὸν καὶ ἡμᾶς , καταβὰς ἀπὸ τοῦ σταυροῦ· ὁ δὲ ἄλλος εὐγνώμων εὑρίσκεται, ὁ ἐν τῷ δικαστηρίῳ ὑπεύθυνος, ἐν τῷ σταυρῷ δικαστής· ἀλλὰ καὶ διδάσκων φόβον θεοῦ. Ἡ γὰρ πρώτη φωνὴ τοῦ λῃστοῦ τῷ συλλῃστῇ λέγει· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε. Τί λέγεις; ὁ ἔξω κλέπτων, ὧδε καταδικάζεις; ὁ ἔξω φονεύων, ὧδε φόβον διδάσκεις; Οὐδὲ φοβῇ σὺ τὸν θεόν; Μάθε τοῦ Χριστοῦ τὸν σταυρόν, ἵνα ἡ φωνὴ γένηταί σοι εὐσεβείας διδάσκαλος. Ὅρα γὰρ τὸ θαυμαστόν· ὁ λῃστὴς λέγει τῷ συλλῃστῇ· Οὐδὲ φοβῇ σὺ τὸν θεόν; Θεὸν αὐτὸν κηρύττει τὸν ἑκουσίως συνεσταυρωμένον αὐτοῖς, καὶ μακροθύμως ὑπὲρ τῆς ἀνθρωπότητος πάσχοντα. Καὶ ὅτι περὶ αὐτοῦ τοῦ σωτῆρος λέγει· Οὐδὲ φοβῇ σὺ τὸν θεόν; ἐκ τῶν ἑξῆς μάνθανε· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Ταῦτα λέγω, ἵνα μάθητε ὑπὲρ εὐσεβείας κάμνειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ τὸν ζῆλον ἐνδείκνυσθαι καὶ ὑπὲρ Χριστοῦ ἀγωνίζεσθαι, ἵνα καὶ παρ’ αὐτοῦ τὸν τῆς δικαιοσύνης λάβητε στέφανον, ὡς ὁ εὐγνώμων οὗτος λῃστής. Ἄκουε γὰρ αὐτοῦ πρὸς τὸν βλάσφημον συλλῃστήν· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Καὶ ἔλεγε τῷ Ἰησοῦ, Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Εἶδες συνηγορίαν ἀληθῆ; εἶδες πῶς αὐτὸν τὸν Χριστὸν θεὸν ἀληθινὸν ὡμολόγησε; Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁμολογεῖ τὰ ἴδια κακά, καὶ συνηγορεῖ τῷ δεσπότῃ. Τοσαῦτα ἐβασανίσθης, λῃστά, ἐπὶ τοῦ ἡγεμόνος, ἵνα ὁμολογήσῃς τὰς λῃστείας καὶ τοὺς φόνους καὶ τὰς κλοπάς, ἃς ἐποίησας, εἰ καὶ οὐχ ὡμολόγησας· καὶ ὧδε λέγεις ἐκτὸς βασάνων· Ἄξια ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν; Διὰ μυρίων βασάνων μόλις ὡμολόγησας ἐπὶ τοῦ ἡγεμόνος· καὶ ὧδε μηδένα ἔχων τὸν ἀναγκάζοντα, εὐκόλως οὕτως ὁμολογεῖς; Ναί φησιν· ἀλλ’ ἐκεῖ τῇ ὁμολογίᾳ ἀκολουθεῖ θάνατος, ὧδε τῇ ὁμολογίᾳ ἕπεται μετάνοια καὶ ζωή. Ἄξια γὰρ ἡμεῖς ὧν ἐπράξαμεν, ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Εἰ ἡμεῖς φησι δικαίως, οὗτος ἀδίκως. Ἡμεῖς γὰρ τοὺς ζῶντας ἐφονεύσαμεν, οὗτος τοὺς νεκροὺς ἤγειρεν. Ἡμεῖς τὰ ἀλλότρια ἐσυλήσαμεν, οὗτος τὸν ἴδιον πλοῦτον τῇ οἰκουμένῃ δέδωκε. Μάχεται ὁ λῃστὴς τῷ συλλῃστῇ καί φησι· Μέχρι τούτου τοῦ καιροῦ τοῦ κατὰ τὸν σταυρὸν ἀλλήλοις συνήλθομεν καὶ συνωδεύομεν, ἀλλὰ νῦν ἀπὸ τοῦ σταυροῦ σχίζεταί μοι ἡ ὁδός· ἐὰν θέλῃς συνοδεῦσαί μοι πρὸς τὴν ζωήν, ἐλθέ· εἰ δὲ μή, τὴν οἰκείαν πορεύου. Ἔνθεν, ὅτε σὺν σοὶ συνώδευον, τὴν πρώτην μετὰ σοῦ ἤμην· ἀλλὰ νῦν ὁ σταυρὸς ἔσχισεν αὐτὴν τὴν ὁδὸν τὴν δευτέραν εἰς δύο. Μετανοίᾳ σχίζεται ἡ ὁδὸς τῶν λῃστῶν. Καὶ ἦν ὁ ψαλμὸς καὶ τὸ τέλος τοῦ ψαλμοῦ τότε πληρούμενον· Γινώσκει κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ὅτε οὖν συνηγόρησεν ὁ λῃστὴς τῇ ἀληθείᾳ, στρέφεται πρὸς τὸν βασιλέα τῆς δόξης καί φησι· Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν βασιλείᾳ σου.

---

Severianus Gabalensis, De caeco nato. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg072.local001/.
