Ancient Greek
Section 6
Severianus Gabalensis, De caeco nato 6.1
Not analysed yet
Αἰσχυνέσθωσαν λοιπὸν οἱ Ἀρειανοὶ καὶ ἀκουέτωσαν τί ὁ λῃστὴς λέγει· Κύριε, μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ὁ λῃστὴς βλέπει ἐσταυρωμένον καὶ κύριον ὁμολογεῖ· ὁ αἱρετικὸς ὁμολογεῖ σύνθρονον τοῦ πατρὸς καὶ ὡς κτίσμα βλασφημεῖ. Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἤθελόν τινα εἰπεῖν πρὸς τὸν λῃστήν· Μνησθείη σου ὁ Χριστός, τί ἄξιον ποιήσαντος; Ὅτι ἐφόνευσας; ὅτι ἐσύλησας; λέγεις γάρ· Μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀλλὰ μή τις νομιζέτω, ὅτι κατὰ χάριν μόνον ἔσωσε τὸν λῃστὴν ὁ Χριστός, ἀλλὰ κατὰ ὀφειλὴν ἐχρεωστεῖτο αὐτῷ. Ποῖον χρέος; φησίν· ὅτι ἐδικαιοπράγησεν; ἐλεημοσύνας ἔδωκεν; τὰ ἴδια ἐμέρισεν, ἐνήστευσεν, ἠγρύπνησεν; ἐποίησε πρᾶγμα, ὃ μηδεὶς ἄλλος; Ἀλλ’ ὅτι ἐπίστευσε τῷ θεῷ; Καὶ προφῆται ἐπίστευσαν τῷ θεῷ, καὶ πατριάρχαι ἐπίστευσαν, ὑμνογράφοι ἐπίστευσαν, ἀπόστολοι, κήρυκες, μάρτυρες· ἀλλ’ οὗτοι πάντες ἐν δόξῃ θεασάμενοι τὸν θεόν, οὗτος δὲ ἐν ὕβρει. Ἀλλὰ στῆσον μυρίους οἰκέτας δουλεύοντας δεσπότῃ, ὅτε ὁ δεσπότης ἐστὶν ἐν εὐπραγίᾳ καὶ τιμῇ· καὶ ἕνα δοῦλον ἐν καιρῷ πειρασμοῦ καὶ θλίψεως καὶ φυγῆς, οὐκ ἀναχωροῦντα τοῦ ἰδίου δεσπότου· ἐκείνους δὲ τοὺς μυρίους δούλους ἐν τῷ τοῦ πειρασμοῦ καιρῷ καὶ τῆς φυγῆς καταλιπόντας τὸν δεσπότην καὶ ὑποχωρήσαντας· ἆρά γε οὗτοι οἱ δοῦλοι οἱ ἐν εὐπραγίᾳ τὸν δεσπότην ἐν τῷ καιρῷ τοῦ πειρασμοῦ καταλιπόντες, ὅμοιοι εἶναι δύνανται τοῦ ἐν δυσπραγίᾳ τῷ δεσπότῃ ἀκολουθήσαντος; Οὐδαμῶς. Ἐπίστευσε Πέτρος, ἀλλ’ ἰδὼν νεκροὺς ἐγείραντα, τὴν δόξαν αὐτοῦ θεασάμενος ἐπίστευσεν· ἐπίστευσε Παῦλος, ἀλλ’ ἰδὼν φῶς οὐρανόθεν, καὶ τὰς μὲν σωματικὰς ὄψεις πηρώσαντα, τὰ δὲ ψυχικὰ ὄμματα φωτίσαντα· ἐπίστευσεν Ἀβραάμ, ἀλλὰ θεασάμενος ὄψιν θεϊκήν· Ἡσαΐας ἐπίστευσεν, ἀλλ’ ἰδὼν αὐτὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ τὰ χερουβὶμ κύκλῳ αὐτοῦ. Ὅλοι εἶδον, ἀλλ’ ἐν δόξῃ· οὗτος δὲ ἐν ὕβρει· διὸ καὶ ἔκραζε· Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Ἀπὸ τῶν κατ’ ἐμὲ ὀφείλετέ μοι εἰπεῖν· διὰ τί λέγεις; Ὅτι ἁμαρτωλός εἰμι καὶ φονεύς· λῃστὴς μέχρι τῆς ὥρας ταύτης· πολλά μου τὰ κακά, ὁμολογῶ, ἀλλ’ ἔχω ἐν τῇ διανοίᾳ μου πίστιν κεκρυμμένην, ἣν οὐδεὶς οἶδεν, εἰ μὴ ὁ δεσπότης μόνος ὁ σὺν ἐμοὶ πάσχων. Ἔξωθεν ἔχει ὁ δεσπότης τὰ τοῦ πάθους φαινόμενα σύμβολα· καὶ ἐγώ φησιν οὐ προσέσχον τῇ φαινομένῃ ὕβρει, ἀλλὰ τὴν κεκρυμμένην βασιλείαν δοξάζω. Οὕτω καὶ σὺ λέγε· κύριε, μὴ ἴδῃς μου τὰς ἀδικίας τὰς φαινομένας, ἀλλὰ τὴν πίστιν τὴν κρυπτομένην καὶ μνήσθητί μου, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου . Διόλου μηδὲν μηδενὶ λαλήσας Χριστός, ἀλλὰ σιωπήσας, καὶ μήτε τῷ Πιλάτῳ ἀποκριθεὶς μήτε τινὶ ἄλλῃ ἀγνώμονι ψυχῇ τῶν Ἰουδαίων, ἀποκρίνεται τότε· καὶ ἐπειδὴ πολὺ βαρὺ ἦν καὶ ἄτοπον τὸ σιωπᾶν, ἀποκρίνεται λοιπὸν καὶ λέγει τῷ λῃστῇ· Ἀμήν, ἀμήν, λέγω σοι· σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ὢ τοῦ εὐεργέτου χάρις· ἐπειδὴ βραδεῖαν ᾐτήσω τὴν χάριν καὶ λέγεις μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου . Σὺ βραδεῖαν ᾔτησας, ἐγὼ ταχεῖαν δίδωμι τὴν χάριν· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἶδες θεοῦ σωτηρίαν; εἶδες δεσπότου εὐεργεσίαν; εἶδες τὸν μέγαν τῆς ἀληθείας δικαστήν; Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Πρὸ τούτου οὐδεὶς ἤκουσεν τῶν Ἰουδαίων ἢ τῶν πατριαρχῶν ἐπαγγελίαν παραδείσου, ἀφ’ οὗ ὁ Ἀδὰμ παρέβη, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ· καίτοι μυρία ὁ θεὸς ἐπηγγείλατο τοῖς ἀνθρώποις τοῖς πιστοῖς· καὶ οὐδενὶ ἐπηγγείλατο παράδεισον ἢ τῷ λῃστῇ· οὐδαμοῦ φαίνεται τὸ στόμα τοῦ θεοῦ ἐπαγγελλόμενον παράδεισον ἀνθρώπῳ μετὰ τὸ ἐκβληθῆναι τὸν Ἀδὰμ ἢ τούτῳ πρῶτον τῷ λῃστῇ. Διὰ τί μηδενὶ τῶν πατριαρχῶν πρῶτον εἶπε περὶ παραδείσου, οὐδενὶ τῶν προφητῶν, οὐδενὶ τῶν ἀποστόλων; Ἀλλὰ τοῖς ἀρχαίοις ἐπηγγείλατο· Δώσω σοι γῆν ῥέουσαν γάλα καὶ μέλι · τοῖς ἀποστόλοις λέγει· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ,παράδεισος οὐδαμοῦ· ἐν μέσῳ τηρεῖ τὸν παράδεισον εἰς ἐπαγγελίαν πρῶτον τῷ λῃστῇ. Ὅταν γὰρ εἴπῃ Παῦλος· Ἡρπάγην εἰς τὸν παράδεισον ,ἀλλὰ μετὰ τὸν λῃστὴν τοῦτο ἐγένετο. Διὰ τί οὖν πρῶτος εἰσῆλθεν ὁ μίαν ὁμοῦ φθεγξάμενος φωνήν; Τί γάρ; Πολλάκις ἔψαλλε; πολλάκις ἠγωνίσατο; πολλάκις ἐθεολόγησεν; Ἅπαξ, φησί· δίκαιος ὁ θεός μου, ὁ βραβευτὴς τῆς σωτηρίας· ἐπειδὴ τὸν πρῶτον ἄνθρωπον Ἀδὰμ οὐ διὰ πολλὰς ἁμαρτίας ἐξέβαλε τοῦ παραδείσου, ἀλλὰ διὰ μίαν παρακοήν ,οὕτως ὁ τῆς δικαιοσύνης ζυγὸς πρῶτον εἰσελθεῖν ἐν παραδείσῳ τὸν λῃστὴν ἐπηγγείλατο, τὸν μὴ πολλά τινα ὁμολογήσαντα, ἀλλὰ μίαν ὁμολογίαν πίστεως προσενεγκόντα. Εἶπον τὸ ἁμάρτημα τοῦ Ἀδάμ, ὅτι ἥψατο τοῦ ξύλου παρὰ τὴν ἐντολήν· τίς ἡ δικαιολογία τοῦ λῃστοῦ; Ὅτι ἥψατο τοῦ σταυροῦ μετὰ πίστεως, εἰσῆλθεν εἰς τὸν παράδεισον. Τί λοιπὸν γίνεται; Ἐπηγγείλατο μὲν τὴν σωτηρίαν ὁ σωτήρ· καιρὸς δὲ οὐκ ἦν, οὐδὲ ἐνεδίδοτο τῷ λῃστῇ πιστεῦσαι καὶ φωτισθῆναι· ὁ σωτὴρ γὰρ ἀπεφήνατο· Ἐὰν μήτις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Οὐχ ηὕρισκεν εὐκαιρίαν ἢ παρρησίαν ὁ λῃστής, οὐκ εἶχε καιρὸν βαπτισθῆναι· ἐν τῷ σταυρῷ γὰρ ἐκρέματο. Εὑρίσκει τοιγαροῦν ὁ σωτὴρ ἐν ἀπόροις πόρον. Ἐπειδὴ γὰρ ἐπίστευσε τῷ σωτῆρι ὁ πεπαλαιωμένος ταῖς ἁμαρτίαις, καὶ ἔδει αὐτὸν καθαρισθῆναι, οἰκονομεῖ ὁ Χριστὸς μετὰ τὸ πάθος τὸν στρατιώτην νύξαι τῇ λόγχῃ τὴν πλευρὰν τοῦ κυρίου, καὶ ἐκπηδᾷ αἷμα καὶ ὕδωρ · ἐκ γὰρ τῆς πλευρᾶς αὐτοῦ, φησὶν ὁ εὐαγγελιστής, ἐξῆλθεν αἷμα καὶ ὕδωρ ,ἐν ἀληθείᾳ τοῦ πεσόντος, εἰς τύπον τῶν μυστηρίων. Καὶ οὐκ ἐξῆλθε δὲ τὸ αἷμα καὶ τὸ ὕδωρ οὕτως ἁπλῶς ῥέον, ἀλλὰ ῥοίζῳ, ἵνα ῥαντίσῃ τὸ σῶμα τοῦ λῃστοῦ· τὸ γὰρ μετὰ ῥοίζου πεμπόμενον ῥαντίζει, τὸ δὲ ῥέον ἠρέμα ῥέει, καθὼς ἔρχεται. Ἀλλὰ μετὰ ῥοίζου ἐξῆλθεν τὸ αἷμα καὶ τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, ἵνα ῥαντίσας τὸν λῃστὴν βαπτίσῃ, ὡς καὶ ὁ ἀπόστολος λέγει· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Διὰ τί παρὰ τὸν Ἄβελ κρεῖττον λαλεῖ τὸ αἷμα τοῦ Χριστοῦ; Ἐπειδὴ τὸ αἷμα τοῦ Ἄβελ ἐν τῇ κορυφῇ τοῦ φονέως· τὸ δὲ αἷμα τοῦ Χριστοῦ καθαρίζει καὶ τοὺς φονευτὰς μετανοοῦντας. Μάθε οὖν τὸν ζῆλον τῆς ἀληθείας, καὶ ἀγάπησον τὴν ὑπὲρ Χριστοῦ παρρησίαν· ἀκολούθησον ἀληθεῖ διδασκάλῳ ὑπὲρ ἀληθείας ἀγωνιζομένῳ, ἵνα οὕτως ἀκούσας παρὰ τοῦ ἀποστόλου Παύλου, μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ ,καταξιωθῇς καὶ αὐτὸς τῶν στεφάνων τῆς δικαιοσύνης, καὶ ὧν ἡτοίμασεν αἰωνίων ἀγαθῶν τοῖς ἠγαπηκόσιν αὐτὸν Χριστὸς ὁ θεὸς ἡμῶν· ὧν γένοιτο καὶ ἡμᾶς πάντας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.