Ancient Greek
Section 26
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 26
Not analysed yet
Ἀλλ’ ὅρα αὐτῶν καὶ ἑτέραν ἄνοιαν. Εἰ ἦν, φησίν, λόγος θεοῦ καὶ ἀνθρώπινος νοῦς, ἐγίνετο μάχη. Ἀλλὰ μάχη γίνεται ἀπὸ τῶν ἴσων πρὸς τοὺς ἴσους, οὐκ ἀπὸ τῶν ὑποβεβηκότων πρὸς τοὺς ὑπερέχοντας. Εἰ μὲν ὁμότιμον ἔλεγον τὴν τοῦ νοῦ φύσιν πρὸς τὴν τοῦ θεοῦ λόγου δύναμιν, καλῶς παρῆγον τὴν ὁμοτιμίαν, ἵνα μὴ στάσιν ἐργάσηται. Εἰ δὲ ὁ μὲν θεός, τὸ δὲ ἀνθρώπινον ἐνθύμημα, τίνος ἕνεκεν ἐκβάλλεις τὸν νοῦν; Ἵνα μὴ στασιάσῃ, φησίν, κατὰ τῆς οἰκονομίας. Ἔστι γάρ τι τὸ ἰσχυρότερον τοῦ θεοῦ; Ἔστι τὸ νικῶν καὶ περιγράφων αὐτοῦ τὴν βούλησιν; Παῦλος ἐνίκησεν τὸν νοῦν, ὡμολογημένως κοινὸς ἄνθρωπος ὡμολογημένον νοῦν ἀνθρώπινον ἔχων, καὶ λέγει· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν ,ὡς τοῦ νοῦ τοῦ ἀνθρωπίνου νεκρωθέντος καὶ εἰς νοῦν θεῖον μεταβληθέντος. Καὶ ἐν μὲν τῷ Παύλῳ καὶ τοῖς ἀποστόλοις ἐνεκρώθη ὁ νοῦς, ὁ τὰ πονηρὰ ἐννοούμενος καὶ ἄλλος ἀντὶ ἄλλου γέγονεν, ἐν δὲ τῷ θείῳ σώματι στασιάζειν ἔμελλε κατὰ τοῦ δημιουργοῦ τῆς φύσεως; Ταῦτα τοὺς εἰδότας ὑπομιμνήσκω καὶ πρὸς τοὺς εἰδότας λέγω, ἵνα μή τις λάθρᾳ δέξηται τὸν ἰὸν τῆς αἱρέσεως, ἵνα μή τις τῶν ἀκεραίων ἐκδῷ τὴν ἀκοὴν πρὸς τὴν ἀπάτην.