Ancient Greek · ~5 min
Section 28
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 28
Not analysed yet
Καὶ ἵνα σοι τρανὴν καὶ ἀσύγχυτον παραδῶ τὴν εἰκόνα, λάβε μοι, παρακαλῶ, μετὰ μακροθυμίας τῶν εἰρημένων τὰς ἀποδείξεις. Ἔστιν ἐν τῇ σαρκὶ πάθη τὰ ἐκτὸς ἁμαρτίας· ἔστι πάθη τὰ ἐντὸς ἁμαρτίας. Ὁμοίως καὶ ἐν τῇ ψυχῇ ἔστι πάθη ἐκτὸς ἁμαρτίας, ἔστι πάθη ἐντὸς ἁμαρτίας. Οἷόν τι λέγω· Πάθη σαρκὸς ἐκτὸς ἁμαρτὶας τὸ πεινᾶν, τὸ διψᾶν, τὸ καθεύδειν. Ταῦτα πάθη μέν ἐστι πλὴν οὐχ ἁμαρτίας, ἀλλ’ ἀσθενείας σαρκικῆς. Τὸ πεινᾶν, τὸ διψᾶν, τὸ καθεύδειν, τὸ κοπιᾶν βαδίζοντα, καὶ ἄλλα πολλὰ τούτων συγγενῆ. Ἔστι δὲ ἄλλα πάθη σαρκός· ἀκολασία, ἐμπαθὴς ὀφθαλμὸς κακῶς βλέπων περιεργαζόμενος ἀλλότρια πρόσωπα, γλῶττα φθεγγομένη δόλια, χεῖρες ἐκτεινόμεναι πρὸς ὕβριν. Ταῦτα ἁμαρτίας ἔργα. Εὑρήσομεν τοίνυν τὸν σωτῆρα τῶν μὲν εἰς ἁμαρτίαν φερόντων παθῶν πάντη καὶ πάντων ἀνώτερον κατὰ τῆς σαρκός, τῶν δὲ τὴν ἀσθένειαν γνωριζόντων ἐντὸς γενόμενον διὰ τὴν οἰκονομίαν. Καὶ γὰρ ἐπείνησεν· Νηστεύσας γὰρ ἡμέρας τεσσαράκοντα ὕστερον ἐπείνασε. καὶ διψήσας ᾔτησεν ὕδωρ παρὰ τῆς Σαμαρείτιδος ,καὶ ὁδεύσας ἐκοπίασεν ἐν τῷ ὁδῷ · Ἐκοπίασεν ἡ μὴ κοπιῶσα φύσις, ἐπείνασε ὁ πάντας τρέφων, ἐδίψησεν ὁ τὴν οἰκουμένην ἀρδεύων, ἐκοιμήθη ὁ κοιμίζων τὰ κύματα. Ἔδειξε πάντα τὰ πάθη τῆς σαρκὸς χωρὶς ἁμαρτίας. Τὰ δὲ ἐντὸς ἁμαρτίας οὐκ ἐποίησεν ὅς φησιν οὐκ ἐποίησεν ἁμαρτίαν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.