Ancient Greek · ~5 min
Section 30
Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas 30
Not analysed yet
Ἐνταῦθα πρόσεχε ἀκριβῶς, ὁ λέγων μὴ εἶναι νοῦν ἀνθρώπινον ἐν τῇ τοῦ σωτῆρος σαρκί. Αὐτὸς εἶπεν ὅτι καὶ ἐλυπήθη καὶ ἐταράχθη. Ἢ δὸς τὸν νοῦν τὸν κατὰ φύσιν ταραττόμενον καὶ λυπούμενον ἢ τοῦτον ἐκβαλὼν καὶ θεὸν ἀντεισάγων ἀντὶ τοῦ λογισμοῦ τῷ θεῷ περιάπτεις τὰ πάθη. Τί γάρ φησιν; Ἄνευ τοῦ νοῦ ἡ ψυχὴ λυπεῖται καὶ δειλιᾷ καὶ ταράττεται. Τῶν ἀμηχάνων τοῦτο. Καὶ ἐξ αὐτῆς παριστῶ τῆς πείρας τὸν ἔλεγχον. Τὰ βρέφη ὁμολογουμένως καὶ ψυχὴν ἔχει καὶ σῶμα. Ὁ δὲ νοῦς παρ’ αὐτοῖς μέν ἐστιν, οὐδέπω δὲ ἐτρανώθη. Ἔστι μέν, οὐδέπω τὴν ἰδίαν ἐνέργειαν ἔλαβε. Καὶ ὥσπερ ἡ γλῶττα εὐθέως μὲν τῷ παιδίῳ συντίκτεται, τὸ δὲ λαλεῖν οὐδέπω παρὰ τῆς φύσεως ἔλαβεν, ἀλλ’ ἔστιν ὄργανον λόγου καὶ λόγον οὐκ ἔχει, οὕτως καὶ ὁ νοῦς εὐθέως μὲν τῇ ψυχῇ ἐμφύεται, ἀλλ’ οὐκ εὐθέως λαμβάνει τὴν ἐνέργειαν. Χρόνου δὲ προϊόντος καὶ ὁ νοῦς διεγείρεται καὶ ἡ γλῶττα γυμνάζεται. Ἐὰν μέντοι τὰ βρέφη παιδικήν ἔχει κατάστασιν καὶ οὐδέπω νοῦν ἔλαβε διακριτικόν, ἀλλ’ ἔχει αὐτὸν κεκοιμισμένον τῇ ἀπειρίᾳ καὶ ἡσυχάζοντα τῇ ἀφελείᾳ, ἕως τότε οὔτε φοβεῖται ἃ δεῖ φοβεῖσθαι, οὔτε λυπεῖται ἐφ’ οἷς δεῖ λυπεῖσθαι, ἀλλὰ κἂν λυπῆται κἂν χαίρῃ, ἀλόγιστον ἔχει καὶ τὴν λύπην καὶ εὐφροσύνην.