# De centurione et contra Manichaeos et Apolinaristas 31

Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas, Section 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/de-centurione-et-contra-manichaeos-et-apolinaristas/31

Οἷόν τι λέγω· Οἶδεν βρέφος ἐν ἡμέρᾳ πένθους γελᾶν κλαιόντων, οἶδεν αἰτεῖν ἄρτον πάντων πενθούντων. Ὁ γὰρ λογίζεται τὰ προκείμενα. Βλέπει τὸν πατέρα ἀποθανόντα καὶ οὐ λογίζεται τὴν συμφοράν. Βλέπει μητέρα κειμένην καὶ οὐ πλήττεται τῷ πάθει τῷ καταλαβόντι, ἀλλ’ ἡ ἀφέλεια εἰς ἀμεριμνίαν αὐτὸ ἄγει, καὶ ἐν πένθει μὲν οὐ ταράττεται, ἀλλὰ γελᾷ. Ἐν δὲ τοῖς ὁδοῖς, πολλάκις λῃστῶν ἐπελθόντων καὶ ξίφος γυμνωσάντων καὶ πάντων ἐν φόβῳ καταστάντων, τὸ βρέφος οὐ ταράττεται. Οὐ γὰρ οἶδε πεῖραν ξίφους καὶ αἱμάτων καὶ φόνου. Ὁρῶν ὄφιν οὐκ ἀγωνιᾷ. Ὅρα πῦρ καὶ οὐ δειλιᾷ, ἀλλὰ τῇ φαιδρότητι χαῖρον καὶ χεῖρα πολλάκις εἰς τὸ πῦρ ἐμβάλλει. Οὐκ ἐθέασω βρέφος ἐπιβάλλον τῷ λύχνῳ τὴν χεῖρα, τῇ φαιδρότητι προσέχον, τὴν δὲ καυστικὴν δύναμιν μὴ ἐξετάζων; Ὥσπερ δὲ αὐτῷ οὐκ ἔνι τὰ λυπηρὰ πρὸς ταραχήν, οὕτω οὐδὲ διεγείρει τὰ φαιδρὰ πρὸς εὐφροσύνην. Οἶδεν βρέφος ἐν ἡμέρᾳ γάμου κλαίειν καὶ ὀδύρεσθαι καὶ σχετλιάζειν, καὶ οὔτε τῇ χαρᾷ κοινωνεῖ ὡς ἀλόγιστον, οὔτε τῇ λύπῃ. Ἐπεὶ οὖν ἐκβάλλεις ἐκ τοῦ ἀνθρωπίνου σκεύους ὅπερ ἀνέλαβεν ὁ σωτὴρ τὸν νοῦν, ἢ δός μοι τὸν νοῦν τοῦτον τὸν λυπούμενον, ἢ τοῦτον ἐκβαλὼν τὴν θεότητα σαφῶς εἰσάγεις καὶ λυπουμένην καὶ ταραττομένην.

---

Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg053.local001/.
