# De centurione et contra Manichaeos et Apolinaristas 6

Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/de-centurione-et-contra-manichaeos-et-apolinaristas/6

Ἀλλὰ θεὸς ἐπετίμα τῇ τοσαύτῃ ὀλιγοπιστίᾳ. Ἡ γὰρ τοιαύτη πίστις ὑστερεῖ καὶ ἐλλειπής ἐστιν. Ἔστι γὰρ πιστεῦσαι καὶ ἐλλειπῶς πιστεῦσαι. Διὰ τοῦτο ὁ ἀπόστολος, εἰδὼς ὅτι ἐστὶ πίστις ἐλλειπὴς καὶ ἐνδεής, λέγει Ῥωμαίοις· Ἵνα ἐλθὼν ἀναπληρώσω τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν. Ἔστι οὖν καὶ πιστεῦσαι καὶ ὑστερεῖν πρὸς τὸ ἄκρον τῆς πίστεως. Ἔστι τοίνυν ἡ ὀλιγοπιστία τὸ μικρόν τι περὶ θεοῦ νοεῖν, οἷον ὀνειδίζει ὁ σωτὴρ τῷ Πέτρῳ εἰσελθόντι εἰς τὴν θάλατταν καὶ μετὰ πίστεως βαδίσαντι καὶ μετὰ ταῦτα διστάσαντι. Διό φησι πρὸς αὐτόν· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Οὐκ εἶπεν Ἄπιστε, ἀλλ’ Ὀλιγόπιστε. Ὀλίγην γάρ τινα πίστιν ἐνεδείξατο. Τὰ μὲν γὰρ πρῶτα ὡς εἶδε τὸν σωτῆρα πεζεύοντα ἐν τῇ θαλάττῃ καὶ τὴν θάλατταν ὑποστρώσασαν τὰ κύματα καὶ τὰ ἑαυτῆς ἁπλώσασαν νῶτα τοῖς βήμασι τοῖς δεσποτικοῖς, ἐννοήσας τὸ τοῦ Δαυὶδ λόγιον τὸ λέγον· Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται , λέγει πρὸς τὸν ἑαυτοῦ σωτῆρα· Κύριε, εἰ σὺ εἶ, ἐπίτρεψόν μοι ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα .

---

Severianus Gabalensis, De centurione et contra Manichaeos et Apolinaristas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg053.local001/.
