Ancient Greek
Section 1
Severianus Gabalensis, De Christo pastore et ove 1.1
Not analysed yet
Πάλιν μαρτύρων μνήμη, πάλιν εὐσεβῶν ἑορταὶ, πάλιν ἀγγέλων ὑπόθεσις, πάλιν Ἐκκλησίας πανήγυρις. Ἡ μνήμη τῶν μαρτυρησάντων, τιμὴ δὲ μαρτύρων ἡ δόξα τοῦ μαρτυρηθέντος. Τιμῶνται μάρτυρες ὑπὲρ Χριστοῦ παθόντες, προσκυνεῖται δὲ Χριστὸς ὑπὲρ πάντων παθών. Οἱ μὲν γὰρ διὰ τοῦ πάθους ἑαυτοὺς ἀπὸ ταπεινώσεως εἰς ὕψος ἀνήγαγον· ὁ δὲ Σωτὴρ ἀπὸ ὕψους τῆς θεότητος εἰς ταπείνωσιν ἀνθρωπότητος ἐλήλυθεν, οὐ τῆς ἀξίας ἐξερχόμενος, τὴν δὲ οἰκονομίαν πραγματευόμενος. Ἠκούσαμεν γὰρ αὐτοῦ λέγοντος· Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλὸς ὁ τιθεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων · καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦτο εἰρηκὼς, καὶ τὴν ἐξουσίαν ἐκήρυξε. Τὸ μὲν γὰρ παθεῖν ὑπὲρ τῶν προβάτων, φιλανθρωπίας· τὸ δὲ ἀφ’ ἑαυτοῦ θεῖναι τὴν ψυχὴν, ἐξουσίας· οὐ γὰρ βίαν ὑφίσταται, ἀλλ’ οἰκονομίαν ἐργάζεται. Κἂν λέγῃ ὁ Ἀπόστολος, ὅτι ὁ Πατὴρ παρέδωκεν αὐτὸν ὑπὲρ ἡμῶν ,οὐκ ἠναγκασμένον εἰσάγει τοῦ Υἱοῦ τὸ πάθος, ἀλλὰ σύνδρομον τῷ Πατρὶ τὸ Υἱοῦ θέλημα. Παραδίδωσι δὲ ἑαυτὸν ὁ Υἱὸς, οὐκ ἀνάγκῃ δουλεύων, ἀλλὰ γνώμῃ Πατρὸς συνεργῶν. Ἄλλο γὰρ ὑπουργῆσαι δουλοπρεπῶς, ἕτερον δὲ συνεργῆσαι θεϊκῶς. Συνεργὸς γὰρ τοῦ Πατρὸς ὁ Μονογενὴς, κἂν μὴ θέλωσιν αἱρετικῶν παῖδες, οἱ τῇ ἰδίᾳ κακίᾳ τὴν ἄτμητον φύσιν τέμνοντες, οἱ τὸν μὲν Πατέρα δημιουργὸν, τὸν δὲ Υἱὸν ὑπουργὸν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον λειτουργὸν κηρύττοντες· οἳ οὐκ αἰσχύνονται οὐδὲ τὰς τοῦ Παύλου φωνάς, ὃς τοὺς ὑπηρέτας τοῦ κηρύγματος οὐχ ὑπουργοὺς ἐκάλεσεν, ἀλλὰ συνεργοὺς Θεοῦ, εἰρηκώς· Θεοῦ ἐσμεν συνεργοί. Παῦλος συνεργὸς, καὶ ὁ Υἱὸς ὑπουργός; Μὴ οὖν ζήτει τί εἴρηκε Χριστὸς διὰ Ἡσαΐου, ἀλλὰ τί δι’ ἑαυτοῦ. Δι’ ἑαυτὸν μὲν γὰρ ποιμήν ἐστι, διὰ δὲ σὲ πρόβατον· τὰ γὰρ δύο ταῦτα συνέδραμον σήμερον ἀναγνώσματα. Ἡσαΐας γὰρ περὶ αὐτοῦ τῷ εὐνούχῳ ὑπανεγίνωσκεν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· ὁ δὲ Σωτὴρ, Ἐγὼ εἰμι ὁ ποιμὴν ὁ καλὸς. Δεῖξόν μοι τοίνυν τὴν διαφορὰν προβάτου πρὸς ποιμένα, ἐν τίνι προβάτου, ἐν τίνι ποιμήν. Ἐὰν γὰρ μὴ εἰδῇς τῶν ὀνομάτων τὴν διαφορὰν, πόθεν γνωρίσεις τὴν ἀξίαν; Δῆλον μὲν ὅτι ὡς πρόβατον, διὰ τὸ πάθος τῆς οἰκονομίας, ὡς ποιμὴν δὲ, διὰ τὴν ἐξουσίαν τῆς φιλανθρωπίας. Οὐ γὰρ ἐπαισχύνεται Θεὸς ὣν καλεῖσθαι ποιμήν. Ἐχρῆν μὲν γὰρ ἡμᾶς Θεὸν αὐτὸν γινώσκειν καὶ βασιλέα· ἀλλ’ ἐπειδὴ ὡς ἄνθρωποι λογικοὶ Θεὸν οὐκ ἐπέγνωμεν, βούλεται ἡμᾶς, κἂν ὡς πρόβατα ἄλογα, τὸν ποιμένα γνωρίσαι. Εἰ γὰρ ἐλθὼν ὁ Σωτὴρ εἰς τὸν κόσμον εὗρέ σε ἄνθρωπον λογικὸν, ἀναγκαίως σοι ὡς Θεὸς ἐπεφαίνετο· ἀλλ’ ἐπειδὴ ἄνθρωπον μὲν οὐχ εὗρεν, ὡς πρόβατον δὲ πλανώμενον ἐξ ἀρχαίων χρόνων, καὶ παρακαλοῦντα διὰ τῶν προφητῶν τὸν Δεσπότην· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς, ζήτησον τὸν δοῦλον σου· διὸ κρύπτει τὴν βασιλικὴν ἀξίαν, καὶ προφέρει τὴν ποιμαντικὴν κηδεμονίαν. Διὰ τοῦτο καὶ ἀπ’ ἀρχῆς οἰκονομεῖ ἐν φάτνῃ τεθῆναι τὸ σῶμα τὸ ἑαυτοῦ, καὶ συνάγει εἰς ἀνάγκην τὴν μητέρα, καὶ τὸν τῆς οἰκονομίας ὑπηρέτην Ἰωσήφ· οὑ γὰρ εἴποιμι πατέρα ἐκεῖνον τοῦ Σωτῆρος, οὐδὲ ἄνδρα Μαρίας, ἀλλὰ κοινωνὸν καὶ μεσίτην τοῦ μυστηρίου. Μνηστὴρ γὰρ ἦν τῆς παρθένου, καὶ οὐκ ἀνὴρ, ἀλλ’ ἀνὴρ μὲν τῇ προσηγορίᾳ, ὑπηρέτης δὲ τῆς οἰκονομίας. Στενοῦται οὖν οὗτος μετὰ Μαρίας ἐν Βηθλεὲμ, ὥστε διὰ τὸ στενὸν τοῦ καταλύματος ἀναγκασθῆναι τὸ βρέφος ἐν φάτνῃ τεθῆναι. Θεοῦ δὲ ἦν ἔργον ἡ στένωσις, ἵν’ ἐξ ἀνάγκης εἰς ἐκεῖνε τὸ χωρίον ἀποτεθῇ ὁ φιλάνθρωπος, ἀποτεθῇ δὲ, φημὶ, διὰ τὴν ἔνσαρκον οἰκονομίαν. Διὰ τί δὲ τοῦτο οἰκονομεῖ; Ἐπειδὴ ἡ φάτνη ἀλόγων ἐστὶ τράπεζα, ἡ δὲ ἀνθρωπότης εἰς ἀλογίαν ἐτράπη (Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς, )τίθησι τήν τροφὴν τὴν οὐράνιον τῇ τραπέζῃ τῶν κτηνῶν, ἵνα οἱ κτηνώδεις τὴν ψυχὴν, προσελθόντες, ὡς οἰκείᾳ τραπέζῃ, τῇ φάτνῃ, εὕρωσι μηκέτι κτηνώδη χόρτον, ἀλλὰ τὸν φάσκοντα· Ἐγὼ εἰμι ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Πρόβατον μὲν οὖν διὰ τὴν οἰκονομίαν, Θεὸς δὲ διὰ τὴν ἑαυτοῦ δόξαν. Τίθησιν οὖν τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων ,οὐκ ἀνάγκην ὑπομένων, ὡς ἔφθην εἰπὼν, ἀλλὰ πραγματείαν ἀναδεχόμενος. Πάντα γὰρ ὅσα ἐν τῇ παλαιᾷ λατρείᾳ γεγένηται, εἰς τὸν Σωτῆρα τὴν ἀνακεφαλαίωσιν φέρει, εἴτε προφητεία, εἴτε ἱερωσύνη, εἴτε βασιλεία, εἴτε ναὸς, εἴτε θυσιαστήριον, εἴτε καταπέτασμα, εἴτε κιβωτὸς, εἴτε ἱλαστήριον, εἴτε μάννα, εἴτε ῥάβδος, εἴτε στάμνος, εἴτε τι ἄλλο, πάντα εἰς αὐτὸν τὴν ἀναφορὰν ἔχει. Συνεχώρησε γὰρ ὁ Θεὸς Ἰουδαίων παισὶν ἀπ’ ἀρχῆς τὴν τῶν θυσιῶν λειτουργίαν, οὐκ ἀναπαυόμενος ταῖς θυσίαις, ἀλλὰ βουλόμενος αὐτοὺς ἀπὸ τοῦ Ἑλληνισμοῦ ἀποσπάσαι. Καὶ ἐξ ἐκείνου ἡνιοχήσας αὐτοὺς πρὸς ἃ βούλεται, περιτίθησιν ἑαυτῷ ὃ μὴ βούληται. Ἐπειδὴ γὰρ οὐδέπω ἐχώρει Ἰουδαίων διάνοια δέξασθαι πνευματικὴν ἐνέργειαν, ἀλλὰ τῇ τῶν ἐθνῶν συνηθείᾳ δεδούλωτο, καὶ περὶ βωμοὺς ἐκεχήνει καὶ θυσίας, λαβὼν ὁ Θεὸς τὰς εἰδωλικὰς ἑορτὰς μεταβάλλει τῷ ῥυθμῷ τῆς εὐσεβείας, καὶ ἀνέχεται ὧν μὴ βούληται. Καὶ ὥσπερ πατὴρ ἀγαθὸς, ἐπειδὰν ἴδῃ τὸν ἑαυτοῦ παῖδα περιπαίγνια ἔχοντα, τῆς μὲν ἀγορᾶς αὐτὸν ἀφέλκει, κατὰ δὲ τὸν οἶκον ἐπιτρέπει πάντα ποεῖν ἃ βούλεται, καὶ τὴν εὐσχημοσύνην αὐτῷ φυλάττων, καὶ τὴν ἀναίδειαν τῆς παιδίας ἀνασκευάζων· οὕτω καὶ ὁ Θεὸς βουλόμενος αὐτοὺς τῇ φαινομένῃ ταύτῃ πανηγύρει τῶν ἑορτῶν εἰς εὐσέβειαν μεταῤῥυθμίσαι, συνεχώρει καὶ θυσιάζειν, δίδωσι καὶ θυσιαστήριον, καὶ πρόβατα θύεσθαι κελεύει, καὶ αἶγα καὶ βοῦν, καὶ πάντα ποιεῖν ὅσα ἐκείνους ἔτερπεν. Οὐ γὰρ Θεὸν ἀνέπαυσεν.