# De Christo pastore et ove 2.1

Severianus Gabalensis, De Christo pastore et ove, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/de-christo-pastore-et-ove/2.1

Ὅτι δὲ ταῦτα οἰκονομικῶς ἐγίνετο, ἄκούε πῶς ὁ διὰ Μωϋσέως ἐπιτρέψας τὰς θυσίας, καὶ προστάξας διαφόρους γίνεσθαι θυσιῶν ἰδέας, διὰ τῶν προφητῶν ἀνατρέπει τὰ κατὰ συγχώρησιν γινόμενα, δεικνὺς ὅτι ὡς νηπίοις γάλα συνεχώρησεν, οὐ τροφήν ἔδωκε· καὶ φησι διὰ τοῦ Δαυΐδ· Ἄκουσον, λαός μου, λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαι σοι, ὅτι ὁ Θεὸς, ὁ Θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Καὶ ἵνα μὴ τις νομίσῃ, ὅτι ἀποστρεφόμενος οὐ δέχεται, ἑρμηνεύει τὸν τρόπον, ὅτι δι’ ἀνενδέησιν τούτων, οὐ διὰ τῆς τούτων προσφορᾶς, καὶ ἐπάγει· Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχὰς σου · δεικνὺς ὅτι οὐκ ἀποστρεφόμενος ἀποσείεται, ἀλλ’ εἰς τὴν κρείττονα αὐτοὺς καὶ νοερὰν θυσίαν προσκαλεῖται. Συνεχώρησε μὲν οὖν ἀπ’ ἀρχῆς τὰς θυσίας, οὐκ αὐταῖς ἀρεσκόμενος, ἀλλὰ τοὺς οὕτως ἠργμένους μεταῤῥυθμίζων εἰς εὐσέβειαν. Ἐνδιδοὺς δὲ τῇ προθέσει τῇ Ἰουδαϊκῇ, ὡς σοφὸς καὶ μέγας, ἐν αὐτῇ τῇ συγχωρήσει τῶν θυσιῶν προκατεσκεύαζεν εἰκόνα τῶν μελλόντων, ἵνα κἂν ἡ θυσία δι’ ἑαυτὴν ἄχρηστος ᾖ, διὰ τὴν εἰκόνα χρήσιμος εὑρεθῇ. Πρόσεχε ἀκριβῶς· λεπτὸν γὰρ τὸ νόημα. Αἱ μὲν οὖν θυσίαι οὐκ ἦσαν ἀρεσταὶ τῷ Θεῷ, οὐδὲ κατὰ γνώμην γινόμενοι, ἀλλὰ κατὰ συγχώρησιν· καὶ γινομέναις ἐπέθηκε τύπον κατ’ εἰκόνα τῆς μελλούσης οἰκονομίας τοῦ Χριστοῦ, ἵνα κἂν μὴ δι’ ἑαυτὰς ὦσιν δεκταὶ, κἂν γοῦν διὰ τὴν εἰκόνα ὦσιν εὐπρόσδεκτοι. Καὶ τίθησι διὰ πάντων εἰκόνα Χριστοῦ, καὶ σκιαγραφεῖ τὰ μέλλοντα. Κἂν πρόβατον ᾖ θυόμενον, εἰκὼν τοῦ Σωτῆρος· κἂν βοῦς, εἰκὼν τοῦ Κυρίου· κἂν μόσχος, κἂν δάμαλις, κἂν ἄλλο τι τῶν προσφερομένων, κἂν περιστερὰ καὶ τρυγὼν, πάντα εἰς τὸν Σωτῆρα τὴν ἀναφορὰν εἶχε. Διὰ τοῦτο καὶ ναὸς , ἵνα ἡ εἰκὼν προκατασκευασθῇ τοῦ Κυριακοῦ ναοῦ· διὰ τοῦτο πρόβατον, διὰ τοῦτο ἱερεὺς, διὰ τοῦτο καταπέτασμα. Καὶ ἵνα μὴ κατὰ μέρος πλατύνω τὸν λόγον, δέχου τῶν εἰρημένων ἑρμηνέα τὸν Παῦλον, μὴ συγχωροῦντά σε μηδὲν ἔξω Χριστοῦ νοῆσαι, ἀλλὰ πάντα εἰς Χριστὸν ἀναλαμβάνοντα. Τί γάρ; Ὁ αὐτὸς πρὸς Ἑβραίους βουλόμενος ἐκθέσθαι τῶν μυστηρίων τὰς διαφορὰς, τί ἐβούλετο ἡ τράπεζα, τί ἐβούλετο τὸ θυσιαστήριον, τί ἐβούλετο τὸ καταπέτασμα, τί ὁ ναὸς, τί ὁ ἱερεὺς, ἐν κεφαλαίῳ εἰς Χριστὸν τὰ πάντα ἀναφέρει, καὶ δείκνυσι σκηνὴν εἶναι δι’ ὅλου τὸν πάντα βίον · ἀλλὰ τὴν πρώτην σκηνὴν τύπον τῆς Ἀρχαίας Διαθήκης , τὰ δὲ Ἅγια τῶν ἁγίων τύπον τῆς Νέας Διαθήκης . Πρόσεχε ἀκριβῶς, παρακαλῶ. Ἦν μὲν γὰρ ὁ ναὸς εἶς δι’ ὅλου, εἰς ἄλλα δὲ καὶ ἄλλα ἐμεμέριστο· εἰς τὸ ἅγιον, καὶ εἰς τὸ Ἅγιον τῶν ἀγίων. Τύπος ὁ ναὸς τοῦ Κυριακοῦ σώματος· καὶ ἄκουε τοῦ Κυρίου λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὥσπερ οὖν ἐν τῷ ναῷ ἐκείνῳ τὰ μὲν πᾶσιν ἑωρᾶτο, τὰ δὲ μόνῳ τῷ ἀρχιερεῖ· οὕτω καὶ ἐν τῇ τοῦ Σωτῆρος οἰκονομίᾳ ἡ θεότης, καὶ ἡ ἐνέργεια τῆς θεότητος, οὖσα μὲν ἐν κρυφῇ, ἐργαζομένη δὲ ἐν τῷ φανερῷ. Ἔχεις τοῦ ναοῦ τὴν εἰκόνα· ζήτησόν μοι τὸ καταπέτασμα τὸ μέσον, τὸ διεῖργον τὰ ἅγια ἀπό τοῦ Ἁγίου τῶν ἁγίων, ὁποῖον τὸ καταπέτασμα· πάλιν τὸ καταπέτασμα εἰκὼν τοῦ σώματος. Ὥσπερ γὰρ τὸ καταπέτασμα ἐμεσολάβει τῷ τόπῳ, καὶ διεῖργε τὴν ἔξωθεν ὄψιν τῆς ἔσωθεν μυσταγωγίας· οὕτω τὸ σῶμα τοῦ Κυρίου καταπέτασμα ἦν τῆς θεότητος, μὴ συγχωροῦν ταῖς ὄψεσι ταῖς θνηταῖς ἐνατενίζειν τῇ ὄψει τοῦ ἀθανάτου. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ’ ἄκούε τοῦ Παύλου λέγοντος· Ἔχοντες δὲ, ἀδελφοὶ, ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἣν ἐνεκαίνισεν ἡμῖν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ, προσερχώμεθα. Πρόσεχε ἀκριβῶς. Καὶ ναὸν εἶπε τὴν σάρκα, καὶ τὸ καταπέτασμα τύπον τῆς σαρκός. Πάλιν ὁ ἱερεὺς εἰσῄει διὰ τοῦ καταπετάσματος ἅπαξ τοῦ ἐνιαυτοῦ· οὐδὲ τοῦτο παρέλιπεν ὁ Παῦλος, ἀλλὰ λαμβάνει αὐτὸ εἰς τύπον τοῦ Σωτῆρος, καὶ φησιν· Οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν,νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν . Ὁρᾷς τὸν ἀρχιερέα, ὅρα τὸν τύπον. Πάλιν ἐθύετο πρόβατον, καὶ ἦν εἰκὼν τοῦ Σωτῆρος· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ἐθύετο μόσχος, ταῦρος, τὰ ἄλλα πάντα καὶ ἀπὸ τοῦ αἵματος τῶν θυομένων ἐλάμβανεν ὁ ἀρχιερεὺς τῷ δακτύλῳ, καὶ εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἔῤῥαινεν ἀπέναντι τοῦ ἱλαστηρίου ἑπτάκις. Καὶ ἦν καὶ αὐτὸ τὸ ἱλαστήριον τύπος τοῦ Σωτῆρος, καὶ τὸ αἷμα τὸ ῥαινόμενον τύπος αὐτοῦ, ἵνα καὶ ὁ προσκυνούμενος καὶ τὸ δῶρον τὸ προσφερόμενον τῷ προσκυνουμένῳ εἶς καὶ ὁ αὐτὸς ᾖ. Τούτων δὲ τῶν ζώων, ὧν τὸ αἷμα προσεφέρετο εἰς τὰ ἅγια, τὰ σώματα κατεκαίετο ἔξω τῆς παρεμβολῆς, καὶ ἡ τέφρα αὐτῶν ἡγίαζε τοὺς ἀνθρώπους, καὶ τοὺς κεκοινωμένους ἡγίαζε τὰ τῶν νεκρωθέντων ζώων λείψανα. Βλέπε τοίνυν. Ζῶντα μὲν οὐχ ἡγίαζεν, ἀποτεφρωθέντα δὲ, καὶ εἰς θυσίαν ἀπαρτισθέντα, ἁγιασμὸν ἔφερον τοῖς κεκοινωμένοις, καὶ ἦν τὰ αὐτὰ ζῷα καὶ ἔξω καιόμενα, καὶ ἔσω προσφερόμενα. Ἐντεῦθεν ὁ Ἀπόστολος· Ὧν γὰρ, φησὶν, εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ Ἅγια τῶν ἁγίων, τούτων τὰ σώματα κατεκαίετο ἔξω τῆς παρεμβολῆς. Εἶπε τὸν τύπον, καθερμηνεύει τὴν ἀλήθειαν, καὶ φησι· Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. Καὶ τί ἐπάγει; Ἐξερχώμεθα οὖν πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Ἔχεις τὸν τύπον· ἴδε τὴν ἀλήθειαν. Ζήτησον πάλιν τὸ αἷμα καὶ τὸ ἱλαστήριον. Τὸ αἷμα ἐῤῥαίνετο, καὶ τὸ ἱλαστήριον ἐδέχετο, ὁ ἱλασμὸς ἐπέκειτο. Τί τὸ ἱλαστήριον; Παύλου πάλιν ἄκουε λέγοντος ἐν τῇ πρὸς Ῥωμαίους· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τοῦ αἵματος αὐτοῦ, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως αὐτοῦ ἐν τῷ αἵματι αὐτοῦ. Καὶ τὸ αἷμα αὐτοῦ, καὶ τὸ ἱλαστήριον αὐτοῦ. Ταῦτά μοι εἴρηται πάντα, ὅτι πάντα δι’ ἡμᾶς γέγονεν ὁ Σωτὴρ Θεὸς, καὶ Θεοῦ μονογενὴς Υἱὸς , οὐ δι’ ἑαυτόν. Ἄλλο δὲ τὸ δι’ ἡμᾶς πραγματευόμενον, ἄλλο τὸ δι’ ἑαυτὸν κατὰ τὴν θεότητα προσκυνούμενον· ἄλλο καὶ ἄλλο, οὐ νῦν μεμερισμένον, ἀλλὰ τῇ οἰκονομίᾳ συνημμένον, τῇ δὲ ἔννοιᾳ τεμνόμενον.

---

Severianus Gabalensis, De Christo pastore et ove. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg002.local001/.
