Ancient Greek
Section 3
Severianus Gabalensis, De Christo pastore et ove 3.1
Not analysed yet
Ὅταν τοίνυν ἀκούσῃς ἢ ἀρχιερέα, ἢ ποιμένα, ἢ πρόβατον, ἢ ναὸν, ἢ καταπέτασμα, ἢ ἱλαστήριον, ἢ αἷμα ῥαντισμοῦ, ἢ ὅσα τοιαῦτα, διὰ πάντων γνώρισε τὴν διὰ σέ γενομένην οἰκονομίαν. Ὅταν δὲ ἴδῃς σύνθρονον τὸν Μονογενῆ (τοῦτον γὰρ ἐκήρυττεν ἡ Ἐκκλησία, καὶ ἐπόμπευσεν), οὐκ ἐπαισχύνῃ τὰ θεῖα λόγια. Σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει, ἐπ’ ἄκρων δὲ τειχέων κηρύττεται. Ὅταν δὲ ἴδῃς κηρυττομένην Θεοῦ σοφίαν καὶ δύναμιν, νόει τὴν ὑπεροχὴν τῆς δόξης, τὴν προαιώνιον ἀξίαν, τὴν ἄτρωτον, τὴν ἀμετάβλητον, τὴν ἀναλλοίωτον. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πανταχοῦ τὸ, Ἦν, τὸ δὲ, Οὐκ ἦν, οὐδαμοῦ. Ἐὰν νοήσῃς τὴν ὑπεροχὴν τῆς δόξης, οὐ σκανδαλισθήσῃ πρὸς τὴν τῆς σαρκὸς οἰκονομίαν. Οἷόν τι λέγω· Ἐὰν ἀκούσῃς λέγοντος αἱρετικοῦ ὅτι Ὁ Πατὴρ ὁ πέμψας με μείζων μου ἐστὶ, λέγε αὐτῷ, ὅτι οὐδὲν θαυμαστὸν, εἰ τοῦ Πατρὸς ἐλάττων διὰ τὴν οἰκονομίαν, ὅπουγε καὶ ἀγγέλων ἠλαττώθη. Σὺ σπουδάζεις δεῖξαι διὰ τὴν κακίαν, ὅτι τοῦ Πατρὸς ἐλάττων· ἐγὼ δὲ αὐτὸν δείκνυμι διὰ τὴν οἰκονομίαν καὶ ἀγγέλων ἐλάττονα. Καὶ σὺ μὲν οὖν βουλόμενος κατασκευάσαι διαφορὰν οὐσίας Πατρὸς καὶ Υἱοῦ, παράγεις τὸ ῥῆμα, ὅτι Ὁ Πατὴρ ὁ πέμψας με μείζων μου ἐστὶ· ἐγὼ δὲ δείκνυμι, ὅτι οὐ μόνον τοῦ Πατρὸς ἐλάττων κατὰ τὴν λέξιν, ἀλλὰ καὶ ἀγγέλων. Ὁ γὰρ μακάριος Παῦλος παράγων τοῦ Δαυῒδ τὴν μαρτυρίαν, τὸ, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· ἡρμήνευσε διὰ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· Τὸν δὲ βραχὺ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου. Τί τοίνυν κάμνεις πολλὰ, καὶ κατασκευάζεις δεῖξαι Υἱὸν ἐλάττονα Πατρός, ὅπου καὶ ἀγγέλων ἐλάττων, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν οἰκονομίαν; Εἶτα τὸ, Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστὶν, ἀκήκοας· τῆς εὐαγγελικῆς ταύτης οὐκ ἀκούεις φωνῆς, ἢ σήμερον ἐπεβόα πᾶσιν, Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμεν; Καὶ πρόσεχε τῇ διαφορᾷ. Ὅπου τὸ, Ἓν ,οὐκ εἶπε τὸ, Ὁ πέμψας με ,ἀλλ’, Ὁ Πατήρ · ὅπου τὴν ἕνωσιν ἠβουλήθη δεῖξαι καὶ τὴν ταὐτότητα, οὐκ εἶπεν, Ἐγὼ καὶ ὁ πέμψας με ἕν ἐσμεν, ἀλλ’, Ἐγὼ καὶ ὁ Πατήρ. Πατρὸς καὶ Υἱοῦ οὐδὲν τὸ μέσον· ὅπου δὲ τὸ, Μείζων, προστίθησι τὸ, Ὁ πέμψας με. Τὸ γὰρ πέμψαι, ἔργον οἰκονομίας· τὸ δὲ πεμφθῆναι, οὐχ ἑρμηνεία θεότητος, ἀλλ’ ἑρμηνεία τῆς οἰκονομίας. Θεὸς γὰρ οὔτε ἀποστέλλει σωματικῶς, οὔτε ἀποστέλλεται. Καὶ ὅπως, ἄκουε. Ὁ γὰρ ἀποστέλλων, ἐν ἐκείνοις ἀποστέλλει τοῖς τόποις, ἐν οἷς μὴ πάρεστι. Δεῖξον τοίνυν ἔρημον τόπον Πατρὸς, δεῖξον τόπον γυμνὸν τοῦ Υἱοῦ, δεῖξον τόπον ἀφεστηκότα τοῦ Πνεύματος. Καὶ ἔχει χώραν, εἰ κατὰ τὴν λέξιν ἐνόησας ὅτι ὁ μὲν ἀπέστειλεν, ὁ δὲ ἀπεστάλη. Τὸ γοῦν, ἀπεστάλη, οὐ τοπικὴν μετάβασιν δείκνυσιν, ἀλλὰ σωματικὴν ὄψιν. Οὐδὲ γὰρ, ὅταν λέγῃ ἡ Γραφὴ, Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης, ἤδη τὸν Ἰωάννην ἐξ οὐρανῶν ἀφίχθαι νομίζομεν· ἐπεὶ εἰ ἦν, φησὶ, πῶς ἀπεστάλη; Ἀλλ’ ἐπειδὴ οἰκονομίαν ἐνεχειρίσθη, τὴν οἰκονομίαν ἀποστολὴν ἐκάλεσεν. Ἡσαΐας ἐν Ἱεροσολύμοις ἐν αὐτῷ τῷ ναῷ εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Ὢν ἐν τῇ πόλει καὶ ἐν τῷ ναῷ, καὶ θεασάμενος τὴν ὀπτασίαν, καὶ ἰδεῖν καταξιωθεὶς Θεὸν ὡς δυνατὸν ἀνθρώπῳ, ἤκουε τοῦ Θεοῦ λέγοντος· Τίνα ἀποστείλω πρὸς τὸν λαὸν τοῦτον; Ἐν τῷ λαῷ ἦν, καὶ πῶς ἀποστέλλεται πρὸς τὸν λαόν; Οὕτως ἡ ἀποστολὴ οὐ τοπικὴν ἑρμηνεύει μετάβασιν, οὔτε ὑπουργίαν δουλικὴν, ἀλλ’ ἀνθρωπίνην οἰκονομίαν. Ἄλλως δὲ εἰ τῇ λέξει δουλεύεις, τὴν λέξιν αἰδέσθητι. Εἰ ἀπεστάλη, πῶς λέγει, Καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν; Οὐδεὶς γὰρ ἀποστέλλων συναπέρχεται τῷ ἀποσταλέντι. Τοῦτο γὰρ οὐκ ἔστιν ἀποστεῖλαι, ἀλλὰ συνοδεῦσαι. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ποῦ ἡ ἀποστολή; Καὶ ἵνα μὴ τις τὸ, Ὁ πέμψας με Πατὴρ μετ’ ἐμοῦ ἐστι ,κατ’ ἐνέργειαν εἰρῆσθαι νομίσῃ καὶ κατὰ βοήθειαν, φησίν· Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, κατὰ τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί . Ταύτην γὰρ τὴν φωνὴν καὶ Ἡσαΐας προεκήρυξε λέγων· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἐξακολουθήσουσί σοι χειροπέδαις δεδεμένοι, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Πῶς ἐνδέχεται; εἰ ἄλλος ἐστὶν ἐν αὐτῷ, πῶς πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος; Ὅτι ἐν σοι ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Ἆρα οὐχ ἑρμηνεία ἐστὶ τοῦ Εὐαγγελίου τούτου τοῦ λέγοντος, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ,καὶ, Οἱ δύο ἕν ἐσμεν; Τὸ γὰρ, Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἑρμηνεία ἐστὶ τοῦ, Ἕν ἐσμεν. Καὶ ὅρα τὸ σοφὸν τῆς λέξεως, καὶ πεπληρωμένον δυνάμεως. Τὸ, Ἕν ἐσμεν, δίστομος μάχαιρα αἱρετικοὺς τέμνουσα. Τὸ μὲν γὰρ, Ἕν ,ἐλέγχει τὴν τῶν Ἀρειανῶν μανίαν· τὸ δὲ, Ἕν ἐσμεν ,τὴν Σαβελλίου σύγχυσιν. Ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Καὶ ἵνα δείξῃ ὁ προφήτης τὸν αὐτὸν ὄντα Θεὸν ἐν Θεῷ, ἐπάγει· Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν. Οὐκ ᾔδεις σὺ ὅτι αὐτός ἐστι Θεός; Μωϋσῆς οὐ πρὸ σοῦ προεκήρυξεν; οὐ μετὰ εἴκοσι καὶ μίαν γενεὰν ἐγένου τοῦ Μωϋσέως; Ἀπὸ γὰρ Μωϋσέως ἕως Δαυῒδ γενεαὶ ἑπτά· ἀπὸ δὲ τοῦ Δαυῒδ μέχρι Ἡσαΐου γενεαὶ δώδεκα· πρὸ γὰρ δύο γενεῶν Βαβυλῶνός ἐστιν Ἡσαΐας. Ὃν τοίνυν πρὸ εἰκοσιπέντε γενεῶν ἐκήρυξαν οἱ προφῆται, ὅτι Θεὸς ἐστι· καὶ Μωϋσῆς ἔλεγεν· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου. Κύριος εἷς ἐστι· καὶ Σαμουὴλ μὲν ἐπεβόα τὰ αὐτά· ἀλλὰ μὴν καὶ Δαυῒδ τὰ αὐτὰ ἐκήρυττε, καὶ πᾶς δὲ προφήτης τὰ αὐτὰ ἐθέσπιζε· πῶς φησιν ὁ προφήτης Ἡσαΐας, Σὺ γὰρ Θεὸς, καὶ οὐκ ᾔδειμεν, μὴ ἀληθῶς τὸν Σωτῆρα αἰνίττεται, τὸν ὄντα μὲν, οὐ γνωριζόμενον δέ; Τὸ γὰρ, Σὺ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, οὐχ ἑαυτοῦ ἀγνοίας κατηγορεῖ, ἀλλὰ τοῦ λαοῦ τὸ πρόσωπον ἀναδέχεται. Συντείνει δὲ ἡ διδασκαλία, τὸ, Σὺ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, τῷ φάσκοντι, Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. Καὶ ἵνα ὅμως εἴπῃ. Σὺ γὰρ εἶ ὁ Θεὸς καὶ οὐκ ᾔδεισαν, Θεὸς τοῦ Ἰσραὴλ πάντων Σωτὴρ, ἄκουε τῶν ἀγγέλων λεγόντων καὶ εὐαγγελιζομένων τοὺς ποιμένας, Μὴ φοβεῖσθε, εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγὰλην· ὅτι ἐτέχθη σήμερον ὑμῖν Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος· Σὺ γὰρ εἶ ὁ Θεὸς τοῦ Ἰσραὴλ πάντων Σωτήρ. Ἰδοὺ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορευθήσονται ἐν αἰσχύνῃ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ὡς ἱμάτιον παλαιωθήσονται · ἀντικειμένους καλῶν τοὺς τῷ λόγῳ ἀντιπίπτοντας. Ἐπειδὴ γὰρ ἐὰν μὲν εἴπῃς Ἕλληνι, ἢ ἑτέρῳ τινὶ τῷ τῆς εὐσεβείας ἀπεσχοινισμένῳ, ὅτι ἐστι Θεὸς, οὐ μάχεται· ἐὰν λέξῃς δὲ ὅτι ἐστι Χριστὸς, δαιμονίζεται· ὥς πού φησι καὶ ὁ μακάριος Δαυΐδ· Ὁ Κύριος ἐβασίλευσεν· ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· σαλευθήτω ἡ γῆ. Καὶ τις ὁ καθήμενος; Ἦ δῆλον ἐκεῖνος, πρὸς ὅν φησιν ὁ αὐτὸς προφήτης, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, καὶ ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ὁρᾷς ὅτι οὐκ ἔχει χώραν ἀπὸ τῶν λέξεων ἡ κατασκευαζομένη τοῖς αἱρετικοῖς κακουργία. Ἀλλ’ ὅπου μὲν τὸ ἰσότιμον, Ἐγώ καὶ ὁ Πατήρ· ὅπου δὲ τὸ οἰκονομικὸν, Ὁ πέμψας με μείζων μου ἐστί· διὰ τὸ σχῆμα τῆς ἀποστολῆς μείζων ,οὐ διὰ τὴν τῆς θεότητος ἕνωσιν.