# De Christo pastore et ove 4.1

Severianus Gabalensis, De Christo pastore et ove, Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/de-christo-pastore-et-ove/4.1

Οὕτως οὖν δεῖ προσέχειν ταῖς Γραφαῖς, καὶ μὴ παρέρχεσθαι τὰ θεῖα λόγια. Νῦν μὲν σὺ ὁλοκλήρου Εὐαγγελίου καταγινώσκεις, ὁ δὲ Σωτὴρ οὐδενὸς γράμματος. Τοσοῦτον γοῦν ἐβουλήθη εὐλαβεῖς εἶναι ἡμᾶς περὶ τὴν Γραφὴν, ὡς εἰπεῖν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εὐκολώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, ἢ τοῦ νόμου ἰῶτα ἓν, ἢ μίαν κεραίαν πεσεῖν. Ὁ μὲν οὖν Σωτὴρ οὐδὲ τοῦ ἰῶτα καταφρονεῖ, σὺ δὲ ὁλόκληρον Γραφὴν διασπᾷς. Σαφῶς δὲ ἡμῖν ὁ λόγος δείκνυσιν, ὅτι ἡ περὶ τῶν Γραφῶν γνῶσις καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ἰσχυροτέρα τυγχάνει. Οὐ γὰρ τοσοῦτον δύναται νεκρῶν ἀνάστασις, ὅσον ἡ τῶν Γραφῶν ἀνάγνωσις. Καὶ ἄκουε τοῦ πατριάρχου Ἀβραάμ, ὃς ἀκούει λέγοντος τοῦ πλουσίου αὐτῷ· Πάτερ Ἀβραάμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον , ἵνa εἴπῃ τοῖς ἀδελφοῖς μου μὴ ἐλθεῖν εἰς τὴν κρίσιν ταύτην. Καὶ τί φησιν; Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας ἀκουσάτωσαν αὐτῶν· ὁ δὲ λέγει, Οὐχί, πάτερ Ἀβραάμ· ἐὰν μὴ τις ἐκ νεκρῶν ἀναστῇ, οὐ πιστεύσουσιν. Ὁ δέ φησι πρὸς αὐτόν· Ἀμήν λέγω σοι, εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούσουσιν, οὐδὲ ἐὰν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσι. Πρόσεχε ἀκριβῶς. Ἆρα οὖν, εἰ ἀνέστη τις ἐκ νεκρών, οὐχ ἂν ἐπίστευσαν; Οὐδαμώς. Καὶ ὅρα τὴν ἀκολουθίαν. Ἆρα εἰ ἐφάνη τις ἐκ νεκρῶν τῶν παλαιῶν, ἢ τῶν καθ’ ἡμᾶς ἀγνοουμένων, ἢ τῶν γνωριζομένων· εἰ μὲν οὖν τῶν ἀγνοουμένων, ἡ ἄγνοια ἐσκέπαζε τὰ θαύματα. Εἰ ἐφάνη σήμερον Μωϋσῆς, πόθεν ᾔδεις ὅτι Μωϋσῆς ἦν; εἰ ἐφάνη σήμερον Ἡσαΐας, πόθεν ᾔδεις ὅτι Ἡσαΐας ἦν; Εἰ δὲ ἄλλος τις τῶν καθ’ ἡμᾶς ἀποθανόντων ἠγείρετο, ἀλλὰ καὶ πάλιν τὸ θαῦμα συνεσκιάζετο, τῶν μὲν λεγόντων, Οὗτός ἐστιν ὁ ἀποθανὼν, τῶν δὲ φασκόντων, Οὐχ ὁ τεθνεώς ἐστιν οὗτος, ἀλλὰ δαίμων τις καὶ φάντασμα ὑπάρχει. Οὐκ ἀπορεῖ γὰρ ἡ ἀπιστία κακῆς ὁδοῦ. Καὶ τί θαυμαστὸν, εἰ ἠδύνατο ἡ τῶν ἀνθρώπων ἀγνωμοσύνη συκοφαντῆσαι καὶ νεκρὸν ἀναστάντα; ὅπουγε ὁ τυφλὸς ἐθεραπεύθη, καὶ Οἱ μὲν ἔλεγον, ὅτι Αὐτός ἐστιν· ἕτεροι ἔφασκον· Οὔ· ἀλλ’ ὅμοιος αὐτῷ ἐστιν · ἐκείνου λέγοντος· Ἐγώ εἰμι. Καὶ ὁ μὲν ἑαυτῷ ἐμαρτύρει, καὶ τὸ θαῦμα ἐβόα· ἡ δὲ ἀγνωμοσύνη ἠρνεῖτο. Μὴ γὰρ οὐκ ἀνέστησαν πολλοὶ ἐπὶ τοῦ Σωτῆρος; Πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων, ὥς φησιν ἡ Γραφὴ, μετὰ τὴν τοῦ σταυροῦ οἰκονομίαν ἀνέστησαν ἐκ τῶν μνημείων, καὶ ἦλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. Μὴ τὸ θαῦμα τὴν ἀπιστίαν ἔσβεσεν, ἢ τὴν ἀγνωμοσύνην ἐνίκησε; Καὶ γὰρ σημεῖα τοῖς ἀπίστοις, καὶ οὐ τοῖς πιστοῖς· ὁ δὲ ἄπιστος εὐκαίρως καὶ σημείων καταφρονεῖ. Ἀλλ’ ὅρα εἰ ἐδυσωποῦντο ἀναστάντα νεκρὸν, ὡς ἡδέως ᾐδέσθησαν Λαζάρου. Λάζαρος ἐκ νεκρῶν ἀνέστη, καὶ ἐπειδὴ πολλοὶ διὰ τὴν τοῦ Λαζάρου ἀνάστασιν εἰς θέαν τοῦ Σωτῆρος ἤρχοντο, ἐβουλεύσαντο οἱ Ἰουδαῖοι ἀποκτεῖναι τὸν Λάζαρον. Ὅρα τὴν ἀγνωμοσύνην πανταχοῦ ἑαυτῆς μὴ ἀφισταμένην. Εἰκότως οὖν καὶ ὁ πατριάρχης ἔλεγεν· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν μὴ ἀκούσωσιν, οὐδὲ, ἐὰν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσιν αὐτῷ. Καὶ νῦν οὖν αἱρετικῶν παῖδες, εἰ Μωϋσέως καὶ τῶν προφητῶν καὶ τῶν Εὐαγγελίων οὐχ ἀκούουσιν, οὐδὲ ἐάν τις ῥήξῃ μυρίας φωνὰς, ἀκούσονται. Ἀλλ’ ἡμεῖς μὴ ἀποστῶμὲν τῆς ὁδοῦ. Ἐγὼ γάρ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Κύριος· ὁ τοίνυν ἐκβαίνων ἐκ τῆς ὁδοῦ, πλανᾶται· ὁ ἔξω τῶν Γραφῶν ὁδεύων, χειμάζεται. Ὥσπερ γὰρ ἐν θαλάσσῃ ὁ πολλοῖς ἀνέμοις περιφερόμενος οὐκ ἔχει ἐξ εὐθείας διευθυνόμενον τὸν πλοῦν, ἀλλ’ ὧδε κἀκεῖ ὑπὸ διαφόρων ἀνέμων ῥιπίζεται· οὕτω δὴ καὶ ὁ διαφόροις διδασκαλίαις ἑαυτὸν διδοὺς, καὶ μὴ στοιχῶν τῇ εὐαγγελικῇ διδασκαλίᾳ, οὐδὲν διαφέρει ὁλκάδος κλυδωνιζομένης. Διὰ τοῦτό φησι καὶ ἡ Γραφή· Μὴ παντὶ ἀνέμῳ λίκμα · καὶ ὁ ἑρμηνεὺς ἐπάγει, Καὶ μὴ παντὶ λόγῳ πίστευε. Καὶ ἵνα μάθῃς, ὅτι πάντα ἄνεμον πᾶσαν διδασκαλίαν καλεῖ ἡ Γραφὴ, Παύλου ἄκουε λέγοντος· Ἵνα μὴ ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας. Τὸ οὖν, Παντὶ ἀνέμῳ, ἀντὶ τοῦ, Πάσῃ διδασκαλίᾳ. Ὁ ἐκδοὺς ἑαυτὸν, κλυδωνίζεται, χειμάζεται, ναυαγεῖ. Εἷς γάρ ἐστι πλοῦς, μία ὁδὸς, εἷς λιμὴν, ἡ πίστις· αὕτη ὁδηγεῖ, αὕτη συγκλείει, αὕτη δέχεται. Ὁ δὲ ἐκ πίστεως ἐκπίπτων, ναυαγεῖ, ὥς φησιν ὁ Παῦλος Τιμοθέῳ γράφων· Ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον Τιμόθεε, ἵνα στρατεύσῃς ἐν αὐτῷ τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν . Ὁ γοῦν τῆς πίστεως ἀφιστάμενος, ναυαγεῖ· ὁ δὲ τῇ πίστει ἑπόμενος, εἰς εὔδιον λιμένα τὸ σκάφος ὁρμίζει. Μὴ τοίνυν παντὶ ἀνέμῳ ὑπαγώμεθα. Μετὰ Κύριον οὐκ ἔνι ἄλλη διδασκαλία· μετὰ γὰρ Μωϋσέα προσεδοκᾶτο Χριστός· μετὰ δὲ Χριστὸν οὐ προσδοκᾶται ἄλλος. Διὰ τοῦτο Μωϋσῆς μὲν βουλόμενος παιδεῦσαι τὸν λαόν, ὅτι οὐ δεῖ τοῖς ἑαυτοῦ νόμοις στοιχῆσαι μόνοις, ἀλλ’ ἐκδέξασθαι τὴν τελείωσιν, ἔλεγε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, αὐτὸν ἀκούσεσθε. Εἰ γὰρ συνῄδει τὸ ἐντελὲς τῆς διδασκαλίας, οὐκ ἂν ἄλλον διδάσκαλον παρεπέμψατο λέγων· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ · διὰ τοῦτο, προφήτην, ἐπειδὴ ἐξ ὑμῶν. Θεὸς μὲν γὰρ οὐκ ἐξ ὑμῶν, προφήτης δὲ ἐξ ὑμῶν· ὁ μὲν γὰρ Θεὸς ἐκ Θεοῦ, ὁ δὲ προφήτης ἐξ ὑμῶν, τὸ κατὰ σάρκα· διὰ τοῦτο καὶ, Ὡς ἐμὲ, νομοθέτην. Ἐπειδὴ γὰρ εἷς μὲν νομοθέτης ἀρχαῖος Μωϋσῆς, δεύτερος δὲ νομοθέτης ὁ Σωτὴρ, οὐχ ἑνὸς λαοῦ, ἀλλὰ τῆς οἰκουμένης· διὰ τοῦτο Ὡς ἐμὲ, κατὰ τὸν τύπον καὶ τὴν νομοθεσίαν. Τίς τούτῳ γὰρ μαρτυρήσει τῷ λόγῳ; Δαυῒδ ὁ γινόμενος μετ’ ὀλίγας γενεὰς τοῦ Μωϋσέως ἐπεβόα· Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς. Εἰ οὖν πρὸ Μωϋσέως ἦν ὁ Δαυῒδ, εἰκότως ἂν ὑπὲρ Μωϋσέως ἱκέτευεν· εἰ δὲ Μωϋσῆς μὲν προδιέλαμψε, μεταγενέστερος δὲ Δαυῒδ Μωϋσέως, τί ἐβούλετο ὁ προφήτης Δαυῒδ ἄλλον καλέσαι νομοθέτην, ἑτέρου ὄντος, καὶ λέγειν, Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς; Τίσιν ἄρα ἀλλ’ ἢ τοῖς ἔθνεσιν; Ἀνάστηθι γὰρ, φησὶ, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τοῖς γὰρ ἔθνεσι δέδοται ὁ νομοθέτης. Γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσι· πρὸ γὰρ τοῦ νομοθέτου ὡς ἄλογα ὑπήχθησαν. Ἐὰν δὲ ἔλθῃ ὁ Θεὸς Λόγος, εἰς τὴν λογικὴν αὐτοὺς ἀποκαθιστᾷ φύσιν. Ὁ μὲν οὖν Μωϋσῆς, ὡς ἔφθην εἰπὼν, ἔλεγε, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς, ὡς ἐμέ · ὁ Δαυῒδ, Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς · ὁ δὲ Παῦλος, ἐλθὼν μετὰ τὸν Σωτῆρα, καὶ κήρυξ ὢν τοῦ Σωτῆρος, τοὺς πρώτους ἰδὼν, ὅτι ἦν ἐκδέξασθαι Χριστὸν, μετὰ δὲ Χριστὸν, οὐδένα ἄλλον, διὰ τοῦτό φησιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἀποκλείει πᾶσαν γνῶσιν, καὶ λαμβάνει τὰς κλεῖς τῆς βασιλείας. Ὅτι δὲ μετὰ τὴν διδαχὴν Χριστοῦ οὐκ ἔστιν ἄλλην προσδοκῆσαι διδασκαλίαν, λέγει· Παρ’ ὃ παρελάβετε εἴ τις εὐαγγελίζεται ὑμῖν, ἀνάθεμα ἔστω. Καὶ ἵνα μή μόνον τὴν τῶν ἀνθρώπων ἀποκλείσῃ κακοτεχνίαν, ἐπαγωνίζεται καί φησι· Κἂν ἡμεῖς . Τί δήποτε δέ ἐστι, Κἂν ἡμεῖς ; Ὁ Ἀπόστολος εἶχεν ἄλλως διδάξαι; Ἢ δῆλον ὅτι ὑπερβολῇ κέχρηται ὁ θεῖος Παῦλος· ὅτι κἂν ἐμοῦ ἀκούσητε κηρύττοντος ἕτερα, νοήσατε ὅτι μὲν οὐκ ἐκ Θεοῦ φθέγγομαι; Διὰ τοῦτο λέγει, Κἂν ἡμεῖς. Ἀνθρωπίνη μὲν γὰρ ἀνατρέπεται γλῶττα, Θεοῦ δὲ γλῶσσα οὐ μεταβάλλεται. Διὰ τοῦτο, Κἂν ἡμεῖς, κἂν ἄγγελος ἐξ οὐρανοῦ. Ἀσφαλῶς γὰρ εἰς ὑπόνοιαν τοιαύτην ἤρχου, ὅτι ἄγγελος ἐξ οὐρανοῦ ξένην διδασκαλίαν ἤμελλεν εἰσάγειν. Ἀλλ’ οὐκ ἀγγέλους ἀσφαλίζεται, ἀλλὰ τοῦ διαβόλου τὴν κακοτεχνίαν κατατέμνει· Κἂν ἄγγελος ἐξ οὐρανοῦ · οὐκ ἐπειδὴ τοιαῦτα συνῄδει ἀγγέλοις· ᾔδει γὰρ ὅτι ἐν ἀγγέλοις ἀπλανὴς ἡ ἀλήθεια· ἀλλ’ ἐπειδὴ πολλάκις ὁ Σατανᾶς ἑαυτὸν μεταμορφοῖ, καὶ δαίμονες πολλάκις ἐν σχήμασιν ἀγγέλων ἑαυτοὺς μεταμορφώσαντες, πρὸς τὴν ἑαυτῶν ἔννοιαν τὴν διδασκαλίαν εἰσάγουσι, κατὰ τὸ εἰρημένον· Αὐτὸς δὲ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός · διὸ ἀποκλείει τῷ σχήματι τῶν σχηματιζομένων τοὺς ἀληθεῖς ἀγγέλους, καὶ φέρει γυμνὴν τὴν ψῆφον κατὰ ἀγγέλων, οὐκ ἐκείνους ὑβρίζων, ἀλλὰ τοῖς δαίμοσιν ἀποκλείων τὴν ὁδόν. Καὶ οὐκ ἠγανάκτουν ἄγγελοι Παύλου λέγοντος, Kἂν ἄγγελος ὁ ἐξ οὐρανοῦ εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· ἀλλ’ ἔχαιρον ἐπὶ τῇ παῤῥησίᾳ τοῦ κηρύσσοντος, καὶ ἀσφαλιζομένου καὶ τειχίζοντος τὸ θεῖον κήρυγμα. Διὰ τοῦτο καὶ αὐτοὶ oἱ ἄγγελοι μαθόντες, ὅτι οὐ δεῖ οὐδενὶ πιστεύειν, ἢ τῷ λόγῳ τῶν ἀποστόλων, ἀσφαλίζονται καὶ οὐ κηρύσσουσιν. Ἀποστέλλονται μὲν πρὸς ἀνθρώπους, καὶ οὐ μὴν κηρύσσουσιν ἀμέλει. Ἀπεστάλη ἄγγελός ποτε πρὸς Κορνήλιον, καὶ ἐπιφαίνεται μὲν αὐτῷ, καὶ τὴν ἑαυτοῦ λειτουργίαν μηνύει, Κορνήλιε, λέγων, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Τὸ μηνύειν ἐμὸν, τὸ δὲ κηρύττειν τῶν ἀποστόλων. Ἀγγέλου γάρ ἐστιν εἰδέναι εἰ δεκτός ἐστι τῆς λειτουργίας καὶ προσευχῆς ὁ τρόπος· τὸ δὲ κήρυγμα οὐχ ἑαυτῷ ἐπιτρέπει ἄγγελος, ἀλλὰ τοῖς ἀποστόλοις. Διὸ ἐπάγει, Ἀπόστειλον οὖν εἰς Ἰόππην, καὶ μετάπεμψαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος, ὅστις ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Καὶ τί ἐκώλυσεν αὐτὸν παρ’ αὐτὰ κηρῦξαι; Ἆρ’ οὐκ ἀξιοπιστότερον τὸ κήρυγμα τοῦ ἀγγέλου; ἆρ’ οὐ μᾶλλον ἐβεβαιοῦτο Κορνήλιος παρ’ ἀγγέλου περὶ σταυροῦ ἀκούων, καὶ περὶ πάθους, καὶ περὶ τῆς οἰκονομίας; Ἀλλ’ ἅμα μὲν καί τηρεῖ ἑαυτὸν, μὴ βουλόμενος ἀνοῖξαι χώραν τοῖς δαίμοσιν, ἅμα δὲ καὶ δείκνυσιν ἡμῖν ὁ ἄγγελος, ὅτι ἕξω τῆς ἀποστολικῆς διδασκαλίας σωθῆναι οὐκ ἔστιν. Εἰ δὲ ἄγγελος ἐξ οὐρανοῦ ἕτερόν τι εὐαγγελιζόμενος ἀναθεματίζεται, ὁ τὰ Ἀρείου πνέων, καὶ τὰ Εὐνομίου καὶ Σαβελλίου διδάσκων, οὐκ εἰκότως ἀναθεματισθήσεται, ἐὰν μὴ φθάσῃ τῇ μετανοίᾳ τὴν διόρθωσιν; Ταῦτα, ἀδελφοὶ, ἡγεῖσθε μὴ παρ’ ἡμῶν εἰρῆσθαι, ἀλλὰ παρὰ τοῦ ἁγίου μάρτυρος, καὶ παρὰ τῶν πρεσβειῶν τοῦ Πατρός. Καὶ γὰρ εἰς τιμήν τῶν μαρτύρων ταῦτα λέγεται· τιμὴ γὰρ μάρτυρος ἡ φυλακὴ τῆς πίστεως. Εἰ γοῦν θέλεις καὶ σὺ τιμῆσαι τὸν μάρτυρα, τίμησον τὸν ὑπὸ τοῦ μάρτυρος μαρτυρηθέντα. Εἰ γὰρ ἐκεῖνος ὑπὲρ Χριστοῦ τὸ αἷμα ἐξέχεε, σὺ ὑπὲρ Χριστοῦ τὸ αἷμα οὐκ ἐκχέεις; Ταύτην οὖν ἔχοντες τὴν ἀσφάλειαν τῆς πίστεως σπουδάσωμεν διαλάμψαι καὶ ἔργοις ἀγαθοῖς, ἵνα σπείραντες τὰς ἀρετὰς, θερίσωμεν τὰς ἀμοιβάς· ἕκαστος γὰρ ἐκ τῶν ἰδίων ἔργων θεριστὴς ἐστι δικαιοσύνης, ὥς φησιν ὁ Παῦλος· Ἐν ὅσω καιρὸν ἔχομεν, ἐργασώμεθα τὸ ἀγαθὸν. Καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι. Ποίῳ καιρῷ ἰδίῳ; Τῷ τῆς ἀναστάσεως. Οὐκοῦν ὁ καιρὸς οὗτος οὐκ ἴδιος ἡμῶν, ἀλλ’ ἀλλότριος. Ἐνταῦθα μὲν τὰ σπέρματα, ἐκεῖ δὲ τὰ δράγματα· ἐνταῦθα σπείρεις μετὰ θλίψεως, ἐκεῖ θερίζεις μετ’ εὐφροσύνης, ὥς φησιν ὁ Δαυΐδ· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι . Γένοιτο δὲ ἡμᾶς καὶ σπείροι καὶ θερίσαι ἐν ἀγαλλιάσει, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Severianus Gabalensis, De Christo pastore et ove. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg002.local001/.
