# De fide et lege naturae (Ms Ab) 5

Severianus Gabalensis, De fide et lege naturae (Ms Ab), Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/de-fide-et-lege-naturae-ms-ab/5

Ἐννόησον, ὅση κακία ἐν κόσμῳ πολιτεύεται καὶ πρόσωπον οὐκ ἔχει. καὶ πῶς οὐκ ἔχει πρόσωπον; ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην· ἀλλʼ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται· καὶ ὅπως, ἄκουε· ὁ ψευδόμενος οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλʼ ἀληθείαν ὑποκρινόμενος ἀπατᾷ· ὁ ψευδόμενος οὐ κηρύττει ὅ ἐστιν, ἀλλὰ σχηματίζεται ὃ μὴ ἔστι, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται. ὁμοίως ὁ δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν καὶ πραγματεύεται τὴν πονηρίαν· ὁ μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα. ὁρᾷς, ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον ἡ κακία. ὁμοίως καὶ ὁ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας ὅπερ ἐστὶν εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐάν μὴ δανείσηται πρόσωπον ἀρετῆς. διὰ τοῦτο ὁ σωτὴρ ἔλεγεν· ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ἀλλ’ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.

---

Severianus Gabalensis, De fide et lege naturae (Ms Ab), ed. Annette von Stockhausen Editor Berlin-Brandenburgische Akademie der Wissenschaften. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg001.local018/.
