Ancient Greek
Section 7
Severianus Gabalensis, Homilia de legislatore (Ms Ac) 7.1
Not analysed yet
Μὴ λείπει τῷ θεῷ πρόφασις καί, ὅτε βούλεται, οὐκ ἐμποδίζει τὸ μὴ παρεῖναι συμμαχίαν· θεοῦ ὅπλον, θεοῦ στρατιώτης, θεοῦ δύναμις, νεῦμα μόνον θεοῦ. Τῷ Χριστῷ τοῦτο εἴπωμεν· Εἰπὲ λόγῳ, καὶ σκορπισθήσονται οἱ ἐχθροί σου· εἰπὲ λόγῳ, καὶ ἐλεήσεις τὴν πόλιν σου· εἰπὲ λόγῳ, καὶ οἰκτειρήσεις τὸν κόσμον σου. Εἴπωμεν αὐτῷ· Ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Θέλεις μαθεῖν καὶ ἄλλης γυναικὸς στρατήγημα, ἐπειδὴ τοῦτο ἠθέλησεν ὁ θεός; Ἄλλος τις ἦν, Ἀβιμελὲχ ὄνομα, ἀνελὼν ἑαυτοῦ ἀδελφοὺς ἑβδομήκοντα, καὶ κρατήσας ἀπὸ τῆς τοιαύτης ἀδελφοκτονίας, πάντα τὸν λαὸν ἔχων ὑποχείριον, συνεπάλαισέ τινι πόλει τειχομαχῶν, καὶ πάντων ναρκησάντων πρὸς τὴν θέαν τοῦ πολέμου, πάλιν ὁ θεὸς γυναικὸς χεῖρα νευρώσας, ποιεῖ τινα γυναῖκα φανῆναι ἐκ τοῦ τείχους, ἥτις κλάσμα μύλου λαβοῦσα, ἐπέρριψε τῇ κεφαλῇ τοῦ τυράννου καὶ συνέτριψεν αὐτοῦ τὸ κρανίον. Καὶ ὅρα τοῦ ὑπερηφάνου τὴν ἄμετρον κακίαν συναποθανοῦσαν. Λέγει τῷ παρεστῶτι δορυφόρῳ· Σπάσαι τὴν μάχαιράν σου καὶ πλῆξόν με, ἵνα μὴ εἴπωσι· Γυνὴ αὐτὸν ἀπέκτεινε. Τὸ σῶμα αὐτοῦ ἀπέθνησκε, καὶ ἡ ὑπερηφανία ἔμενεν. Ἀπετίθετο τὴν ζωὴν καὶ οὐκ ἀπετίθετο τὴν κενοδοξίαν. Καὶ νῦν οὐ λείπει τῷ θεῷ Δεβώρα, οὐ λείπει τῷ θεῷ Ἰαήλ. Ἔχομεν καὶ ἡμεῖς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον Μαρίαν πρεσβεύουσαν ὑπὲρ ἡμῶν. Εἰ γὰρ ἡ τυχοῦσα γυνὴ ἐνίκησε, πόσῳ μᾶλλον ἡ τοῦ Χριστοῦ μήτηρ καταισχύνει τοὺς ἐχθροὺς τῆς ἀληθείας; Πανοπλίαν ἐνδυόμενος ὁ ἐχθρὸς ἐνόμισε γυναῖκα εἶναι χλευαζομένην καὶ εὗρε στρατηγὸν ἀγωνιζόμενον. Οὐκ ἐνόμισε μνήματι ἅπτεσθαι, καὶ εὑρέθη αὐτῷ τάφος· νεκρὰν ἐνόμισε, καὶ ἐνεκρώθη ὑπ’ αὐτῆς. Ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον· ἀλλὰ χρεία καὶ ἀποστόλων. Εἴπωμεν Παύλῳ καθὼς εἶπον οἱ τότε· Διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν. Ἔχομεν ἀποστόλους, μὴ ναρκήσωμεν. Ἔχομεν τὴν δέσποιναν ἡμῶν τὴν θεοτόκον, τὴν ἁγίαν ἀειπαρθένον Μαρίαν, μὴ ὀκνήσωμεν. Ἔχομεν τὸν χορὸν τῶν μαρτύρων, μὴ ῥᾳθυμήσωμεν. Μὴ μόνον ἱκετεύσωμεν, ἀλλ’, εἰ δοκεῖ, καὶ νηστεύσωμεν. Βέλτιον νηστεῦσαι νηστείαν πόθου καὶ μὴ νηστείαν λιμοῦ· βέλτιον νηστεῦσαι νηστείαν ἀγάπης καὶ μὴ νηστείαν ἀνάγκης. Λέγει ὁ σωτὴρ περὶ τῶν δαιμόνων· Τὸ γένος τοῦτο οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Δαίμονας φυγαδεύει εὐχὴ καὶ νηστεία, καὶ βαρβάρους οὐκ ἐλαύνει; Καὶ ἤδη εἶπον, καὶ πάλιν λέγω· Παρακαλέσωμεν τὴν ἁγίαν ἔνδοξον παρθένον καὶ θεοτόκον Μαρίαν, παρακαλέσωμεν τοὺς ἁγίους καὶ ἐνδόξους ἀποστόλους, παρακαλέσωμεν τοὺς ἁγίους μάρτυρας. Ἐάν τις ἐν ἀνάγκῃ καταστὰς προσδράμῃ τινὶ τῶν δυνατῶν, οὐ προσέχει αὐτῷ γνησίως. Πρὸ ἀνάγκης φησὶν οὐκ ᾔδεις με τιμῆσαι ἢ θεραπεῦσαι, ἀλλ’ ἐν τῇ ἀνάγκῃ. Ἀνύποπτος τιμὴ ἡ ἔξω ἀνάγκης. Ἐὰν πρὸ ἀνάγκης θεραπεύσῃς τὸν δικαστήν, ἐν τῇ ἀνάγκῃ εὑρήσεις σύμμαχον. Οἶδε γάρ, ὅτι οὐχ ἡ ἀνάγκη, ἀλλ’ ὁ πόθος σε ἤγαγε. Γενώμεθα οὖν τῶν μαρτύρων μὴ ἐν τῇ ἀνάγκῃ φίλοι, ἀλλ’ ἐν τῇ ἀγάπῃ. Πρὸ χειμῶνος, ὡς ἐν χειμῶνι, λυπηθῶμεν, ἵνα ἐν καιρῷ χειμῶνος τὸ ἔαρ εὕρωμεν. Ταῦτα λέγομεν οὐκ αὐθεντοῦντες, ἀλλὰ παρακαλοῦντες· οὐ νομοθετοῦντες, ἀλλὰ δυσωποῦντες· ἱκετεύομεν πάντας νῆψαι. Ἱκανὸς δὲ ὁ θεὸς ὑπὲρ πᾶσαν πίστιν, ὑπὲρ πάντα λόγον καὶ τοὺς ἐχθροὺς καταισχῦναι καὶ τὴν οἰκουμένην ἐλεῆσαι καὶ τοὺς βασιλεῖς τιμῆσαι καὶ τὴν βασιλείαν στῆσαι καὶ τὴν αὐτοῦ δόξαν φαιδρῦναι ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.