# Homilia de pace 1

Severianus Gabalensis, Homilia de pace, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/homilia-de-pace/1

Οἱ ἄγγελοι τὸν οὐράνιον χορὸν συστησάμενοι εὐηγγελίζοντο τοῖς ποιμέσι λέγοντες· Εὐαγγελιζόμεθα ὑμῖν σήμερον χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ. Παρ’ αὐτῶν τοίνυν τῶν ἁγίων ἐκείνων ἀγγέλων καὶ ἡμεῖς δανεισάμενοι φωνὴν εὐαγγελιζόμεθα ὑμῖν σήμερον, ὅτι σήμερον τὰ τῆς ἐκκλησίας ἐν γαλήνῃ καὶ τὰ τῶν αἱρετικῶν ἐν ζάλῃ. Σήμερον τὸ σκάφος τῆς ἐκκλησίας ἐν γαλήνῃ καὶ εἰς τὸν ἀχείμαστον λιμένα τῆς εἰρήνης ὁρμίζεται. Καὶ ἡ τῶν αἱρετικῶν μανία ταῖς ἰδίαις τρικυμίαις χειμάζεται. Σήμερον οἱ ποιμένες ἐν ἀμεριμνίᾳ καὶ ἡ ποίμνη ἐν ἀσφαλείᾳ· οἱ ἐχθροὶ ἐν ἀπορίᾳ, οἱ λύκοι ἐν ἀμηχανίᾳ. Σήμερον ὁ ἀμπελὼν τοῦ σωτῆρος ἐν εὐθηνίᾳ καὶ οἱ ἐργάται τῆς κακίας ἐν ἀκηδίᾳ. Σήμερον ὁ λαὸς τοῦ θεοῦ ἐν ὑψώσει καὶ οἱ ἐχθροὶ τῆς ἀληθείας ἐν ταπεινώσει. Σήμερον Χριστὸς ἐν ἀγαλλιάσει καὶ διάβολος ἐν πένθει. Σήμερον ἄγγελοι μετ’ εὐφροσύνης χαίρουσιν καὶ δαίμονες μετ’ αἰσχύνης δραπετεύουσιν. Καὶ τί δεῖ πολλὰ λέγειν; Σήμερον μετὰ τῆς ἑαυτοῦ εἰρήνης προῆλθεν Χριστὸς ὁ βασιλεὺς τῆς εἰρήνης καὶ πᾶσαν ἔχθραν καὶ πᾶσαν λύπην καὶ πᾶσαν μικροψυχίαν ἐξώρισεν. Οὐρανῷ μὲν ἥλιος ἐπιλάμπει· ἐκκλησίαν δὲ Χριστοῦ εἰρήνη φωτίζει. Εἰρήνη τὸ ποθεινὸν ὄνομα· εἰρήνη τὸ φαιδρὸν τῆς εὐσεβείας ἐπάγγελμα· εἰρήνη τὸ καθαρὸν τῆς ἱερωσύνης βλέμμα· εἰρήνη τὸ διαυγὲς τοῦ θυσιαστηρίου κάλλος. Καὶ τί ἐπάξιον δυνάμεθα εἰπεῖν εἰρήνης, ἥτις ἐστὶν τὸ ὄνομα τοῦ Χριστοῦ; Περὶ γὰρ τοῦ Χριστοῦ ὁ Παῦλος διαλεγόμενός φησιν· Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Ἀμφότερα ἦν οὐ γνώμῃ μεμερισμένα, οὐ πίστει κατατετμημένα, ἀλλὰ διαβόλου φθόνῳ διῃρημένα. Ἀλλ’ ὥσπερ ἐπὶ βασιλικῆς προόδου καὶ πλατεῖαι καθαίρονται καὶ στοαὶ διαφόροις κάλλεσι στεφανοῦνται, ἵνα μηδὲν φανῇ βασιλικῆς ὄψεως ἀνάξιον, οὕτω προερχομένου Χριστοῦ τοῦ βασιλέως τῆς εἰρήνης πάντα τὰ λυπηρὰ ἐκποδὼν ἡμῖν ὑπεχωρεῖτο. Ἐπέλαμψεν ἡ ἀλήθεια καὶ δραπετεύει τὸ ψεῦδος. Ἐπέλαμψεν ἡ ὁμόνοια καὶ ἔφυγεν ἡ διχόνοια. Καὶ ὥσπερ πολλάκις ἐπὶ βασιλέων ἢ ἀδελφῶν καὶ ἀρχόντων οἱ ἄριστοι τῶν γραφέων βουλόμενοι τῆς ψυχῆς τὴν ἕνωσιν δεῖξαι ἐν σχήματι γυναικὸς ὄπισθεν παραστῶσιν τὴν ὁμόνοιαν, ἀμφοτέραις ταῖς ὠλέναις περιλαμβάνουσαν τοὺς ἡνωμένους – ἵνα δείξῃ ὅτι τὰ σώματα διῃρημένα συνῆπται τῇ γνώμῃ –, οὕτως ἡ τοῦ Χριστοῦ εἰρήνη μεσολαβήσασα τὰ διεστῶτα συνῆψεν, καὶ ἐπληρώθη ἐφ’ ἡμῶν τὸ εἰρημένον τοῦ προφήτου· Καὶ ἔσται βουλὴ εἰρήνης ἀναμέσων ἀμφοτέρων.

---

Severianus Gabalensis, Homilia de pace. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg018.local001/.
