# Homilia de pace 2

Severianus Gabalensis, Homilia de pace, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/homilia-de-pace/2

Τῇ μὲν οὖν προτέρᾳ ὁ κοινὸς ἡμῶν πατὴρ τὸ εὐαγγελικὸν προοιμιάσατο, τῆς εἰρήνης τὸ λόγον. Σήμερον δὲ ἡμεῖς τοῦ τῆς εἰρήνης ἡγούμεθα λόγον. Αὐτὸς ἡμᾶς χθὲς ὑπτίαις ταῖς χερσὶν ἠσπάσατο τῷ λόγῳ τῆς ἀληθείας, καὶ ἡμεῖς σήμερον, ὡς εἰπεῖν, πλατείαις ἀγκάλαις τοῖς τῆς εἰρήνης δεξιούμεθα δώροις. Καταλέλυται ὁ πόλεμος καὶ λάμπει τὸ τῆς εἰρήνης κάλλος. Νῦν στενάζει διάβολος. Νῦν πενθεῖ τὸ τῶν δαιμόνων σύστημα. Νῦν ἐν ἀγαλλιάσει τὰ τῆς ποίμνης. Νῦν ἐν εὐφροσύνη τὰ οὐράνια. Εἰρήνη σήμερον χορεύει ἡ τῶν ἐν οὐρανοῖς ἀγγέλων ὁμοδίαιτος καὶ τῶν ἐπὶ γῆς ἁγίων ὁμόσκηνος. Εἰρήνη ὁ τῶν ἀγγέλων ὕμνος, τὸ τῶν ἁγίων ἔργον. Καὶ ὅρα τὸ θαυμαστόν. Καὶ τὰ ἐπουράνια ὑμνεῖ τὴν εἰρήνην καὶ τὰ ἐπίγεια ὑμνεῖ τὴν εἰρήνην. Ἀλλ’ ὅτε μὲν οἱ ἐν οὐρανοῖς ἄγγελοι ὑμνοῦσιν εἰρήνην, τῇ γῇ αὐτὴν προσπέμπουσιν, καὶ τῇ γῇ τῆς εἰρήνης τὰς ἀκτῖνας ἐπιλάμπουσιν. Ὅταν δὲ οἱ ἐπὶ γῆς ἅγιοι αὐτὴν ὑμνοῦσιν, εἰς τὸν οὐρανὸν αὐτῆς τὰς μαρμαρυγὰς ἀναπέμπουσιν. Ὑμνοῦσιν οἱ ἐξ οὐρανῶν ἄγγελοι καὶ λέγουσιν· Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ τῆς εἰρήνη. Ὁρᾷς πῶς τὰ ἐπουράνια τάγματα ἀλλήλοις ἐπιπέμπουσι τὰ τῆς εἰρήνης δῶρα; Οἱ ἐν οὐρανοῖς ἄγγελοι τῇ γῇ εὐαγγελίζονται τὴν εἰρήνην. Ὅτε γὰρ ὁ χορὸς ἐκεῖνος ὁ εὐσεβὴς τὸν Χριστὸν ὑμνῶν ἔλεγεν· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου , καὶ τοῦτο προσετέθη· Εἰρήνη ἐν οὐρανοῖς καὶ δόξα ἐν ὑψίστοις. Εἴπωμεν τοίνυν καὶ ἡμεῖς· Δόξα ἐν ὑψίστοις θεῷ , τῷ τὸν διάβολον ταπεινώσαντι καὶ τὸν λαὸν τὸν ἴδιον ὑψώσαντι. Δόξα ἐν ὑψίστοις θεῷ , τῷ ἔχθραν ἐξορίσαντι καὶ εἰρήνην βραβεύσαντι.

---

Severianus Gabalensis, Homilia de pace. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg018.local001/.
