# Homilia de pace 5

Severianus Gabalensis, Homilia de pace, Section 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/homilia-de-pace/5

Τί θέλεις εὑρεῖν ὅρους εὐσεβείας; Εἰρήνη ἐστὶν ὅριον ὥσπερ χώρας τινὸς πολλῆς καὶ μεγάλης, διαφόροις δεσποτείαις ὑποβεβλημένης. Οἱ ὅροι διατειχίζοντες δείκνυσι μέχρι τίνος φθάνει ἡ τούτου δεσποτεία καὶ πόθεν ἄρχεται ἡ τοῦ ἑτέρου κληρουχία. Οὕτως, ἐπειδὴ μεταξὺ δαιμόνων καὶ Χριστοῦ βραβεύοντος εἰρήνην, κεῖται τὰ τῶν ἀνθρωπίνων ψυχῶν πταίσματα ἢ κατορθώματα, τῶν μὲν Χριστὸν ἀγαπώντων καὶ τὴν αὐτοῦ εἰρήνην, τῶν δὲ δαίμοσι προστρεχόντων, ὅριον τίθησιν ὁ τῆς ἀληθείας λόγος εἰρήνην, ἵνα μάθῃς ὅτι ἕως ὅτε βλέπεις εἰρήνην, Χριστοῦ ἐστι δεσποτεία. Τὰ ἔξω εἰρήνης Χριστοῦ ἀλλότρια. Πόθεν τοῦτο; Λεγέτω σοι Δαυὶδ καὶ ὑποδεικνυέτω σοι τὰ ὅρια ὁ ἀρχαῖος τῆς εὐσεβείας γεωμέτρης, ὁ λέγων σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοι ἐστίν. Οὗτος ὑποδεικνὺς ἡμῖν τοὺς ὅρους λέγει· Ἐπαίνει Ἱερουσαλὴμ τὸν κύριον· αἴνει τὸν θεόν σου Σιών, ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, ηὐλόγησε τοὺς υἱοὺς ἐν σοί, ὁ τιθεὶς τὰ ὅρια σου εἰρήνην.

---

Severianus Gabalensis, Homilia de pace. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg018.local001/.
