# Homilia de pace 6

Severianus Gabalensis, Homilia de pace, Section 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/homilia-de-pace/6

Εἶδες εἰρήνης ὅρια, ὅρια αἰώνια, ἃ ἔπηξαν προφῆται καὶ ἀπόστολοι; Καὶ ἕτερον γὰρ μάνθανε. Ὑπενοήθησάν ποτε οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ ὡς κατάσκοποι. Ἐκεῖνοι μηδεμίαν ἔχοντες ἀπολογίαν τῷ τῆς εἰρήνης προσέδραμον ὅπλῳ· Οὐκ ἐσμὲν κατάσκοποι, εἰρηνικοί ἐσμεν. Ὁ μακάριος πάλιν Δαυὶδ ἐπαίρων εἰς ὕψος τὴν δύναμιν τῆς εὐσεβείας καὶ δεικνὺς τίνα ἐστὶν τὰ νεῦρα καὶ ἡ δύναμις τῆς ἀληθείας, λέγει προσφωνῶν τῇ ἀρχαίᾳ πόλει καὶ τῇ ἁγίᾳ· Γενέσθω δὲ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν τοῖς ἀγαπῶσι σε. Πάλιν ὁ θεὸς βουλόμενος δεῖξαι ὅτι ἐν πολέμῳ ἀναλίσκεται τὰ πλήθη καὶ σκορπίζονται αἱ τῶν ἀνθρώπων εὐθηνίαι, ἐν δὲ τῆς εἰρήνης λόγῳ συνάγονται, λέγει διὰ τοῦ προφήτου Ἱεζεκιήλ · Ἀναστήτω αὐτοῖς φυτὸν εἰρήνης καὶ οὐκέτι ἔσονται ὀλίγοι. Ὥσπερ γὰρ οἱ ἄνθρωποι κατὰ τῶν θηρίων τῶν ἀγρίων ἐξοπλίζονται καὶ ἐξωπλισμένοι φανέντες εὐθὺς φυγαδεύουσι τοὺς θῆρας, οὕτως ὅταν φανῇ εἰρήνη σκορπίζεται πόλεμος, σκορπίζονται διαβολικαὶ ἔννοιαι καὶ τῶν δαιμόνων ἡ φάλαγξ διαλύεται. Ὅπου γὰρ εἰρήνη, ἐκεῖ φυγαδεύεται κακία, ὥσπερ τῷ ἁγίῳ τὰ θηρία. Διὰ τοῦτο ὁ θεὸς λεγει· Διαθήσομαι τῷ Δαυὶδ διαθήκην εἰρήνης καὶ ἀφανίσω τὰ θηρία τὰ ἄγρια. Εἰρήνη γεώργιόν ἐστιν ἀληθείας καὶ ἀμπελὼν δικαιοσύνης καὶ ποταμὸς εὐσεβείας.

---

Severianus Gabalensis, Homilia de pace. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg018.local001/.
