# Homilia de pace 7

Severianus Gabalensis, Homilia de pace, Section 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/homilia-de-pace/7

Εἶδες πῶς ἡ εἰρήνη ἐποίησε τὴν ἐκκλησίαν δίκην ῥευμάτων ποταμίων πληρῶσαι πνευματικήν; Εἶδες πῶς πανταχόθεν ἐπιρρέοντα τὰ πλήθη μιμεῖται τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνοντα τὴν πόλιν τοῦ θεοῦ. Καὶ ἡ ἀγαλλίασις ὑμῶν ἐπὶ τῇ εἰρήνῃ γενομένη μιμεῖται τὰ τῆς θαλάσσης κύματα, ἐπάλληλα ὄντα τῷ δρόμῳ καὶ ἀλλήλοις ὑποχωροῦντα καὶ κατ’ ἀλλήλων ἀθορύβως ἐρχόμενα. Οὐ στασιάζει φιλονεικίᾳ, ἀλλ’ ὁμονοίᾳ διαθέσεως. Θέλεις ἀπὸ τῆς ὄψεως καὶ ἀπὸ τῶν γραφῶν τοῦτο μαθεῖν, ὅτι εἰρήνη μιμεῖται ποταμός ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κύματα θαλάσσης . Ἀλλ’ ὡς προεῖπον προέφθασεν ἡμᾶς ἡ θεία σάλπιγξ, ἡ τὸν τῆς εἰρήνης εὐαγγελιζομένη λόγον. Ἑπώμεθα σήμερον καὶ ἡμεῖς τῷ τῆς εἰρήνης λόγῳ καὶ ὥσπερ διπλαῖς χερσὶν ἀνοίγωμεν αὐτῇ τὰς θύρας καὶ λέγωμεν· Ἄρατε πύλας· εἰσελθέτω λαὸς φυλάττων δικαιοσύνην καὶ φυλάττων εἰρήνην, ἀντιλαμβανόμενος ἀληθείας ἕως αἰῶνος. Ἀλλὰ γὰρ καὶ γόμος ἐστὶν εἰρήνη καὶ κύματα θαλάσσης καὶ ἥλιος ἐκλάμπων. Καὶ τί λέγω ἥλιος; Οὐχ οὕτως ἥλιος ἐκλάμπει ὅσην ἀπαστράπτει λαμπάδα ἡ τοῦ σωτῆρος εἰρήνη. Ἥλιον γὰρ ὁρῶ καὶ μέτρῳ δουλεύοντα. Τέλος ἔχει τοῦ δρόμου τὴν ἑσπέραν. Εἰρήνη δὲ Χριστοῦ φωτὸς γέμουσα καὶ ἐν ἡμέρᾳ λάμπει καὶ ἐν νυκτὶ φωτίζει καὶ δι’ αἰῶνος ἀστράπτει. Ἄκουε. Ὅταν φανῇ εἰρήνη, οὐ μόνη φαίνεται, οὐκ ἀνέχεται μόνη προσελθεῖν, ἀλλὰ συμπαραλαμβάνει μεθ’ ἑαυτῆς τὴν ἀδελφὴν αὑτῆς τὴν δικαιοσύνην. Ἄκουε τοῦ προφήτου λέγοντος· Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. Καὶ πάλιν καθ’ ἡμᾶς, ἀλλήλας ἀπολαβούσας εἰσάγων λέγει· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. Τί γὰρ ἕτερον οὕτω τοῖς κατὰ Χριστὸν ἄρχουσι, τοῖς κατὰ Χριστὸν τὴν ἐπισκοπὴν ἀναδεξαμένοις, ὡς εἰρήνη καὶ δικαιοσύνη; Καὶ τοῦτο, ὦ φιλόχριστοι, προφητικῇ σκορπίζεται φωνῇ. Ἄκουε τοῦ θεοῦ λέγοντος· Δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ.

---

Severianus Gabalensis, Homilia de pace. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg018.local001/.
