# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 1

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/1

Πλοῦτος ἡμῖν καὶ θησαυρὸς καὶ πηγαὶ τῆς αἰωνίου ζωῆς, αἱ τοῦ Σωτῆρός εἰσιν οἰκονομίαι, ἃς καὶ λέγειν διψῶμεν, καὶ κηρύττειν σπεύδομεν, εἰπεῖν δὲ κατ’ ἀξίαν οὐκ ἰσχύομεν. Ἀλλὰ τῷ πόθῳ συνεχόμενοι, καὶ τῇ βίᾳ κρατούμενοι, καὶ τὴν ἀσθένειαν ὁμολογοῦντες, ὥσπερ ἐπί τινα εὔδιον λιμένα καταφεύγομεν ἐπὶ τὴν προφητικὴν ἐκείνην φωνήν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς ἀνέσεις αὐτοῦ; Εἰ γὰρ αὐτὸς ἐκεῖνος ὁ μέγας προφήτης, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ὁ Θεὸς ἐγνώρισεν, ὁ καταξιωθεὶς πατὴρ Χριστοῦ κληθῆναι, Δαυῒδ ὁ μακάριος, ὁ μέγας ἐν προφήταις, ὁ ἔνδοξος ἐν βασιλεῦσιν, ὁ τοῦ Θεοῦ φίλος, ὁ τετιμημένην ἔχων παρ’ αὐτοῦ καρδίαν, ὡς αὐτὸν τὸν Θεὸν εἰπεῖν· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου· εἰ οὗτος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ἀπιδὼν εἰς τὸ μέγεθος τῆς θεογνωσίας, ἔλεγεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· εἰ ὁ προφήτης ἀτονεῖ πρὸς τὸ μέγεθος βλέπων τῆς αὐτοῦ δυνάμεως· καθὼς καὶ Παῦλος ἡ θεολόγος καὶ οὐράνιος σάλπιγξ βοᾷ· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ· εἰ προφητῶν καὶ ἀποστόλων γλῶσσαι, τοσαῦτα χέουσαι νάματα, ἐξ ὧν ἐπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας· εἰ τοσοῦτοι καὶ τηλικοῦτοι ποταμοὶ ῥέοντες, καὶ πέλαγος εὐσεβείας συνιστῶντες, ὡμολόγησαν τὴν ἧτταν, ἵνα δείξωσι τοῦ κηρυττομένου τὴν δύναμιν· ποῦ φανήσεται λόγου βραχυτάτου ψεκάς, τοσούτου πελάγους σοφίας προκειμένου; Ἀλλ’ οὐ δεῖ πρὸς τὸ μέγεθος τῆς θεολογίας ὁρῶντας ναρκᾷν, ἀλλά πρὸς τὴν πρόθεσιν τοῦ Θεοῦ βλέποντας, κατατολμᾷν τῆς θείας διδασκαλίας. Βραβεύει γὰρ ὁ Θεός, οὐ τῇ ἀξίᾳ τῶν λεγομένων, ἀλλὰ τῷ πόθῳ τῶν κηρυττόντων, καὶ τῇ ἀγάπῃ τῶν ἀκουόντων. Καὶ ὥσπερ φιλόστοργοι πατέρες, ἐπειδὰν ἴδωσι τοὺς παῖδας ψελλίζοντας καὶ χωλεύοντας τῇ λέξει, οὐ πρὸς τὸ ἄναρθρον βλέπουσι τοῦ λόγου, ἀλλὰ πρὸς τὸν πόθον τῆς φύσεως, καὶ πάσης αὐτοῖς ῥητορικῆς μεγαλοφωνίας καὶ φιλοσόφου μετεωρολογίας, ἡδύτερά ἐστι τὰ τῶν παίδων ψελλίσματα· οὕτω καὶ ὁ Θεός, οὐκ εἰς τὰς γλώσσας ἡμῶν ψελλιζούσας περὶ θεολογίας, ἀλλ’ εἰς τὸν πόθον καὶ εἰς τὴν διάθεσιν βλέπει, ὅτι πίστει κηρύττομεν, καὶ ἀγάπῃ ἀνυμνοῦμεν. Οὐδὲν γὰρ δύναται δι’ ἀνθρωπίνης γλώττης τρανῶς λαλεῖσθαι, ἀλλ’ ὅσα ἂν λαλήσωμεν περὶ Θεοῦ, ψελλίζοντες λαλοῦμεν. Διὰ τί; Ἐπειδὴ καὶ Παῦλος βοᾷ· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅμως δὲ εἰ καὶ ψελλίζομεν, ἐνεχείρισεν ἡμῖν τὸ κήρυγμα τῆς εἰρήνης. Διὰ τοῦτο βοᾷ Ἠσαΐας· Καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Φέρε τοίνυν ἠρέμα καὶ κατὰ μικρὸν ψελλίσωμεν πρὸς τὸν κοινὸν ἡμῶν Πατέρα καὶ Δεσπότην, τὸν καταξιώσαντα εἰπεῖν τοῖς ἑαυτοῦ μαθηταῖς· Τεκνία· εἰ γὰρ τέκνα καλεῖ, τῶν τέκνων ψελλιζόντων ἀνέχεται.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
