# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 11.1

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/11.1

Ζητοῦμεν οὖν τίς ὁ συντάξας ταύτην τὴν βίβλον τῶν Πράξεων· πολλοὶ γὰρ εἰς πολλὰς καὶ διαφόρους ἐμερίσθησαν ἐννοίας, οἱ μὲν εἰπόντες ὅτι Κλήμης ὁ Ῥωμαῖος συνέταξεν αὐτάς, ἄλλοι δὲ λέγουσι, Βαρνάβας, ἄλλοι δὲ ὅτι Λουκᾶς ὁ εὐαγγελιστής. Ἐπεὶ οὖν εἰς διαφόρους ἐννοίας μερίζεται τὰ τῶν λογισμῶν αὐτῶν, ἑρμηνέα λάβωμεν τὸν συγγραφέα, τίς ἐστι καὶ τί πραγματεύεται, καὶ εἰ εἰς ἑαυτὸν σημαίνει τὸν λόγον. Λέγει τοίνυν· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε. Εἰπών, Πρῶτον, πέμπει ἡμῶν τὰς ἐννοίας ζητῆσαι ποῖον πρῶτον λέγει λόγον. Εἰ γὰρ τοῦτον μόνον συνέταξεν, οὐκ ἂν εἶπε· Τὸν μὲν πρῶτον ὅτι ἐποιησάμην. Ἰδοὺ οὖν εὑρίσκεται οὗτος ὁ λόγος δεύτερος· τὸν γὰρ πρῶτον ἤδη πεποίημαι· ποῖον δὲ πρῶτον ἐποίησεν, αὐτὸς λέγει· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Οὐ Πράξεις συνέταξεν ἐν τῷ πρώτῳ λόγῳ, ἀλλ’ Εὐαγγέλιον· οὐχ ὧν ἐποίησε Πέτρος καὶ Παῦλος, ἀλλ’ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Δῆλον οὖν ὅτι ὁ τὸ Εὐαγγέλιον συντάξας Λουκᾶς, αὐτὸς καὶ τὰς Πράξεις συνέθηκεν. Ἀλλὰ πρόσχες, ἴδωμεν εἰ αὐτός ἐστι. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· ἀντὶ τοῦ, Εἶπον τὰς πράξεις τοῦ Σωτῆρος καὶ τὰς διδασκαλίας, ἕως τῆς ἀναλήψεως. Πρόσεχε παρακαλῶ. Τὸ μὲν πρῶτόν μου, φησίν, σύνταγμα, περιέχει τὰ ἔργα τοῦ Κυρίου καὶ τὰς διδασκαλίας, καὶ ἔφθασε μου ὁ πρῶτος λόγος ἕως τῆς ἀναλήψεως. Εὑρίσκεις τοίνυν μήτε Ματθαῖον ὅλως, μήτε Μάρκον εἰ μὴ ἐν μέρει, μήτε Ἰωάννην πληρώσαντας τὸ Εὐαγγέλιον ἕως τῆς ἀναλήψεως, ἀλλὰ μόνον Λουκᾶν. Ματθαῖος μὲν γὰρ τέλος ἔχει τοῦ Εὐαγγελίου τοῦτο· Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὸ ὄρος τῆς Γαλιλαίας, ὅπου συνετάξατο αὐτοῖς ὁ Ἰησοῦς. Ὤφθη δὲ αὐτοῖς καὶ προσεκύνησαν αὐτῷ· καὶ εἶπε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ τοῦτο τέλος τοῦ Εὐαγγελίου, τὸ δὲ πῶς ἀνελήφθη, οὐκ εἶπε. Μάρκος ὁμοίως λέγει· Καὶ ἐξῆλθον αἱ γυναῖκες ἐκ τοῦ μνημείου, καὶ οὐδενὶ ἀπήγγειλαν οὐδέν· ἐφοβοῦντο γάρ. Καὶ μεθ’ ἕτερα λέγει περὶ τῆς ἀναλήψεως ἐν συντόμῳ οὕτως· Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν. Τοῦτο τὸ τέλος τοῦ Εὐαγγελίου. Οὐκ ἐγένετο δὲ ἀναλήψεως μνήμη κατὰ πλάτος ἐν Μάρκῳ. Ἰωάννης τὴν ἐπὶ τῆς λίμνης τῆς Τιβεριάδος ἐπιφάνειαν τοῦ Σωτῆρος εἶπεν, ὅτε λέγει τῷ Πέτρῳ· Πέτρε, φιλεῖς με; Καὶ ἐπλήρωσε τὴν διάλεξιν. Ἀπέστη Ἰωάννης δέ, καὶ οὐκ ἐμνημόνευσεν ἀναλήψεως· ἀλλὰ λέγει· Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἓν, οὐδὲ αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία. Οὔτε οὖν Ἰωάννης ὅλως, οὔτε Ματθαῖος ὅλως, οὔτε Μάρκος κατὰ πλάτος, ἐμνημόνευσαν ἀναλήψεως. Αὐτὸς μέντοι ὁ Λουκᾶς, ἕως τῆς ἀναλήψεως διέδραμε τὸν λόγον. Διά τοῦτο λέγει· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο, ἀνελήφθη.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
