# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 12

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/12

Τίς δέ ἐστιν ὁ Θεόφιλος οὗτος; Κατὰ τοὺς τότε χρόνους ἡγεμὼν ἦν· καὶ ἐν τῇ ἀρχῇ ὤν, ἐδέξατο τὸ κήρυγμα καὶ ἐδέξατο ἐν τῇ ἀρχῇ· ὥσπερ ὁ ἀνθύπατός ποτε τῆς Κύπρου, ἐν αὐτῷ τῷ ἀνθυπατεύειν ἐδέξατο τὸ κήρυγμα Παύλου· οὕτω καὶ ὁ Θεόφιλος ἡγεμὼν ὢν τὸ τηνικαῦτα, ἐδέξατο τὸ κήρυγμα διὰ τοῦ Λουκᾶ. Ἀξιοῖ δὲ αὐτὸν τὸν μακάριον Λουκᾶν συντάξαι αὐτῷ καὶ τὰς Πράξεις τῶν ἀποστόλων. Ἐδίδαξάς με, φησί, τὰ ἔργα τοῦ Σωτῆρος· δίδαξόν με καὶ τὰ ἔργα τῶν μαθητῶν. Διὰ τοῦτο προσφωνεῖ αὐτῷ τὸν δεύτερον λόγον· καὶ γὰρ τὸ Εὐαγγέλιον τὸ κατὰ Λουκᾶν πρὸς Θεόφιλον ἐγράφη. Πόθεν τοῦτο δῆλον; Αὐτὸς λέγει· Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι· ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς, γράψαι σοι, κράτιστε Θεόφιλε, ἵνα γνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. Τὸ δὲ κράτιστε, ὡς λαμπρότατε· τότε γὰρ ἐπὶ τῶν λαμπροτάτων τοῦτο ἐχρημάτιζε τὸ ἀξίωμα κράτιστε. Πόθεν τοῦτο δῆλον; Φῆστος ὁ ἡγεμὼν λέγει Παύλῳ· Μαίνῃ, Παῦλε · ὁ δέ, Οὐ μαίνομαι, κράτιστε Φῆστε , τῷ ἡγεμόνι λέγει· οὕτω καὶ ἐνταῦθα· Κράτιστε Θεόφιλε. Εἰπὼν οὖν τὸ Εὐαγγέλιον καὶ προσφωνήσας Θεοφίλῳ, τῷ αὐτῷ προσφωνεῖ καὶ τοῦτον τὸν λόγον.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
