# In ascensionem domini nostri Iesu Christi et in principium Actorum 13

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum, Section 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/severianus-gabalensis/in-ascensionem-domini-nostri-iesu-christi-et-in-principium-actorum/13

Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Καὶ ἐποιήσω τὸν λόγον μέχρι τίνος; Ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἁγίοις ἀποστόλοις, οὓς ἐξελέξατο διὰ Πνεύματος ἁγίου, ἀνελήφθη. Καθ’ ὑπέρβατόν ἐστι· Συνέταξα τὸ Εὐαγγέλιον ἄχρι ἧς ἡμέρας ἀνελήφθη, συνταξάμενος τοῖς ἀποστόλοις οὓς ἐξελέξατο. Πρόσεχε παρακαλῶ. Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτόν. Ὅρα εὐαγγελιστοῦ παρρησίαν· οὐδὲ ἐν ταῖς Πράξεσιν ἀπολιμπάνεται τῆς θεολογίας. Οὐκ εἶπεν, οἷς ἐμφανίζων, ἀλλ’ οἷς παρέστησεν ἑαυτὸν ζῶντα. Λύσατε γάρ, φησί, τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα, μετὰ τὸ παθεῖν αὐτόν, ἐν πολλοῖς τεκμηρίοις δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ· Καὶ γὰρ πρὸ τῆς χθὲς ἦν ἡ ἀνάληψις, ἐπειδὴ τεσσαράκοντα ἡμέραι πληροῦνται ἀπὸ τῆς ἀναστάσεως μέχρι τῆς ἀναλήψεως· τῇ γὰρ πεντηκοστῇ οὐκ ἦν ἀνάληψις, ἀλλ’ ἡ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις.

---

Severianus Gabalensis, In ascensionem domini nostri Iesu Christi et in principium Actorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4139.tlg089.local001/.
